1

 2

 3

 4

 5

1

De pace iii

ΛΟΓΟΣ ΚΓʹ.

Εἰρηνικὸς γʹ εἰς τὴν σύμβασιν, ἣν μετὰ τὴν σύστασιν ἐποιησάμεθα οἱ ὁμόδοξοι.

Αʹ. Θερμὸς ὁ ζῆλος, πρᾶον τὸ Πνεῦμα, φιλάνθρω πον ἡ ἀγάπη, μᾶλλον δ'

αὐτοφιλανθρωπία· μακρόθυ μον ἡ ἐλπίς. Ὁ ζῆλος ἀνάπτει, τὸ Πνεῦμα πραΰνει, ἡ ἐλπὶς ἀναμένει, ἡ ἀγάπη συνδεῖ, καὶ οὐκ ἐᾷ σκε δασθῆναι τὸ ἐν ἡμῖν καλὸν, καὶ εἰ σκεδαστῆς ἐσμεν φύσεως, καὶ τριῶν ἓν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθ ίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ' ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει καὶ τὴν πρώτην ἑαυτῶν φύ σιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινό μενα, οὐ βίᾳ δὲ ἀνορθούμενα. Φύσει μὲν γὰρ πρόχει ρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων, ἢ καλάμη τις πρὸς σπιν θῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη, καὶ γινομένη φλὸξ, καὶ συνδαπανωμένη τῷ οἰκείῳ γεννήματι. Πῦρ γὰρ ὕλης γέννημα, καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία, καὶ τῇ τροφῇ συναπέρχεται. Εἰ δέ τις ἐν ἕξει καλοῦ τινος γένοιτο, καὶ ἀπ' αὐτοῦ ποιωθείη, τὸ μεταπεσεῖν ἐργωδέστερον, ἢ γενέσθαι ἀπ' ἀρχῆς ἀγαθόν. Ἐπειδὴ καὶ χρόνῳ καὶ λόγῳ βεβαιωθὲν ἅπαν καλὸν, φύσις καθίσταται, καθάπερ καὶ ἡ ἐν ἡμῖν ἀγάπη, μεθ' ἧς λατρεύομεν τῇ ὄντως ἀγάπῃ, καὶ ἣν ἠγαπήσαμεν, καὶ παντὸς τοῦ βίου προ εστησάμεθα.

Βʹ. Ποῦ τοίνυν οἱ τὰ ἡμέτερα τηροῦντες ἐπιμελῶς, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, οὐχ ἵνα κρίνωσιν, ἀλλ' ἵνα κακίσωσιν· οὐδ' ἵνα συνησθῶσιν, ἀλλ' ἵν' ἐφησθῶ σι, καὶ τὰ μὲν καλὰ συκοφαντήσωσι, τὰ δὲ φαῦλα ἐκ τραγῳδήσωσι, καὶ ἀπολογίαν ἔχωσι τῶν οἰκείων κα 35.1153 κῶν, τὰ τῶν πλησίον τραύματα; εἴθε δικαίως κρίνοντες! Ἦν γὰρ ἄν τι καὶ χολῆς ὄφελος, κατὰ τὴν παροιμίαν, εἰ φόβῳ τῶν ἐχθρῶν ὑπῆρχεν εἶναι ἀσφαλεστέρους· νῦν δὲ μετὰ τῆς ἔχθρας, καὶ τῆς ἐπισκοτούσης τοῖς λογισμοῖς κακίας, ὑφ' ἧς οὐδὲ ὁ ψόγος ἔχει τὸ ἀξιόπιστον. Ποῦ τοίνυν οἱ μισοῦντες ἐπίσης καὶ θεότητα καὶ ἡμᾶς; τοῦτο γὰρ ὧν πάσχο μεν τὸ μεγαλοπρεπέστατον, ὅτι μετὰ Θεοῦ κινδυνεύο μεν. Ποῦ ποτε ἡμῖν οἱ τῶν ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύ δωνται τὴν ἀλήθειαν; Ποῦ ποτε ἡμῖν οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας ὀνειδίζοντες; οἱ τὰ προσ κόμματα διασύροντες, καὶ τὰ πτώματα αὐτοὶ πά σχοντες; οἱ τῷ βορβόρῳ ἐγκαλινδούμενοι, καὶ τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι; οἱ ταῖς δοκοῖς τυ φλώττοντες, καὶ τὰ κάρφη προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ ἀποφυσηθῆναι τῆς ὄψεως;

Γʹ. ∆εῦρο μετάσχετε τῶν ἀποῤῥήτων τῶν ἡμετέ ρων· καλοῦμεν ὑμᾶς εἰς τὸ συνέδριον, καὶ μισούμε νοι· χρώμεθα διαιτηταῖς τοῖς ἐχθροῖς, (ὢ τῆς αὐ θαδείας, ἢ τῆς παῤῥησίας!) ἵν' ἀπέλθητε ᾐσχυμμένοι καὶ ἡττημένοι, (τί τούτων παραδοξότερον;) μα θόντες ἡμῶν τὴν ὑγίειαν ἐξ ὧν ἠῤῥωστήσαμεν. Οὐ γὰρ περὶ θεότητος διηνέχθημεν, ἀλλ' ὑπὲρ εὐταξίας ἠγωνισάμεθα· οὐδ' ὁποτέραν δεῖ τῶν ἀσεβειῶν ἑλέσθαι μᾶλλον ἠμφισβητήσαμεν, εἴτε τὴν συναιροῦ σαν Θεὸν, ἢ τὴν τέμνουσαν, εἴτε τὸ Πνεῦμα μό νον ἀπὸ τῆς θεϊκῆς οὐσίας, εἴτε καὶ τὸν Υἱὸν πρὸς τῷ Πνεύματι, τὴν μίαν μοῖραν, ἢ τὰς δύο τῆς ἀσεβείας. Ταῦτα γὰρ, ὡς ἐν κεφαλαίῳ περιλα βεῖν, τὰ νῦν ἀῤῥωστήματα· ἐπειδὴ ἀναβάσεις ἐν τῇ καρδίᾳ τίθενται, οὐχ ὁμολογίας, ἀλλ' ἀρνή σεως· οὐδὲ θεολογίας, ἀλλὰ βλασφημίας. Ἄλλος γὰρ ἄλλου