1
In seipsum, cum rure rediisset, post ea quae a Maximo perpetrata fuerant (orat. 26)
ΛΟΓΟΣ Κςʹ.
Εἰς ἐαυτὸν, ἐξ ἀγροῦ ἐπανήκοντα μετὰ τὰ κατὰ Μάξιμον.
Αʹ. Ἐπόθουν ὑμᾶς, ὦ τέκνα, καὶ ἀντεποθούμην τοῖς ἴσοις μέτροις. Πείθομαι
γὰρ, εἰ δεῖ καὶ πίστιν προσθεῖναι τῷ λόγῳ, Ναὶ νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοὶ, ἣν ἔχω ἐν Χριστῷ Ἰη σοῦ τῷ Κυρίῳ ἡμῶν. Τοῦτον γάρ μοι πεποίηκε τὸν ὅρκον τὸ Πνεῦμα τὸ ἅγιον, ᾧ πρὸς ὑμᾶς κεκινήμεθα, ἵνα κατασκευάσωμεν Κυρίῳ λαὸν περιούσιον. Σκο πεῖτε τὴν πίστιν ὅση· καὶ τὸ ἐμαυτοῦ πείθω, καὶ τὸ ὑπὲρ ὑμῶν διατείνομαι. Καὶ θαυμαστὸν οὐδέν. Ὧν γὰρ κοινὸν τὸ Πνεῦμα, κοινὸν καὶ τὸ πάθος· οἷς δὲ τὸ πάσχειν ἴσον, ἴσον καὶ τὸ πιστεύειν. Ὃ γὰρ μή τις πέπονθεν, οὐδ' ἂν ἑτέρῳ πιστεύ σειεν· ὁ δὲ παθὼν, εἰς συγκατάθεσιν ἑτοιμότερος, μάρτυς ἀόρατος ἀοράτου πάθους, μορφῆς ἀλλο τρίας οἰκεῖον ἔσοπτρον. ∆ιὰ τοῦτο οὐδὲ ἠνεσχόμην ἀποφοιτῆσαι ὑμῶν μακρότερα, καίτοιγε ἱκανῶς τοῖς ἐνταῦθα δυσχεραίνων τε καὶ ἀχθόμενος· οὐχ οἷς αἱ πόλεις φέρουσι μόνον (δήμοις, θορύβοις, ἀγοραῖς, θεάτροις, πλησμοναῖς, ὕβρεσιν, ἄγουσι καὶ ἀγομένοις, ζημιοῦσι καὶ ζημιουμένοις, πενθοῦσι καὶ πενθουμέ νοις, κλαίουσι, χαίρουσι, γαμοῦσι, θάπτουσιν, εὐφημουμένοις, βλασφημουμένοις, ὕλῃ κακίας, κόσμου βράσματι, ταῖς ἀγχιστρόφοις μεταβολαῖς, ὥσπερ ἐν Εὐρίπῳ καὶ πνεύμασιν), ἀλλὰ καὶ τούτοις ἤδη τοῖς σεμνοτέροις καὶ τιμιωτέροις, τοῖς περὶ τὸ βῆμα 35.1229 τοῦτο λέγω, καὶ τὴν ἁγίαν τράπεζαν· ὧν ἡμεῖς τὸ κράτος ἔχειν δοκοῦντες, καὶ τῶν ἐγγιζόντων ὄντες Θεῷ, δέδοικα μὴ κακῶς ἐγγίζωμεν, καὶ, ὡς καλάμη πυρὶ, πῦρ οὐ φέροντες.
Βʹ. Πλὴν ἐπανῆλθον ὑμῖν, βίᾳ μὲν ἀποδραμὼν, οὐ βίᾳ δὲ προσδραμὼν, ἀλλὰ καὶ μάλα προθύμως, καὶ αὐτομάτοις ποσὶ, τὸ τοῦ λόγου, τοῦ Πνεύματος οὕτως ἄγοντος, καθάπερ τι ῥεῦμα, πρὸς μὲν τὸ ἄναντες βιαζόμενον, εἰς δὲ τὸ πρανὲς ἐπειγόμενον. Ὄν τως ἡμέρα μία, βίος ὅλος ἀνθρώπου, τοῖς πόθῳ κάμνουσιν. Τὸ γὰρ τοῦ Ἰακὼβ ἑτέρως ἔχειν μοι φαίνεται· ὃς ἔτη δεκατέσσαρα δουλεύων τῷ Σύρῳ Λάβαν ὑπὲρ τῶν δύο παρθένων οὐκ ἔκαμνεν· Ἦσαν γὰρ αὐτῷ, φησὶν, αἱ πᾶσαι ἡμέραι, ὡς ἡμέρα μία, διὰ τὸ ἀγαπᾷν αὐτάς. Ἴσως ὅτι ἐν ὄψεσιν ἦν τὸ ποθούμενον, ἢ ὅτι κοῦφον τὸ κάμνειν ἔρωτι, κἂν ἡ ἀναβολὴ τὸ λυπηρὸν ἔχῃ. Οὕτως τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν, ὥς τις ἔφη τῶν πρὸ ἡμῶν. Ἐγὼ γοῦν ἡνίκα μὲν παρήμην, ἐλάχιστα τοῦ πάθους ἐπαισθανόμενος, ἡνίκα δὲ ἐχωρίσθην, ἔγνων τὸν πόθον τὸν γλυκὺν τύραννον· καινὸν δὲ οὐδέν. Εἰ γὰρ τοσοῦτον ὀδύρεται καὶ βουκόλος μόσχον τῆς ἀγέλης ἀποφοιτήσαντα, καὶ ποιμὴν πρόβατον ἐλλεῖψαν δεκάδι, καὶ ὄρνεον νοσσιὰν, ἣν πρὸς ὀλίγον ἀπέλιπεν, ὥστε οἱ μὲν τὰς σύριγγας λαβόντες, ἐπί τινα σκοπιὰν ἀνελθόντες, πληροῦσι τῆς ἀθυμίας τοὺς δόνακας, καὶ ἀνακαλοῦνται, ὡς λογικὰ, τὰ πλανώμενα· κἂν ὑπακούσωσι, χαίρουσι μᾶλλον ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, ὧν οὐκ ἐφρόντισαν· τὸ δὲ τρύζον ἐπὶ τὴν καλιὰν ἵεται, καὶ τρύζουσι προσπίπτει τοῖς νεοσσοῖς, καὶ περιέπει ταῖς πτέρυξι· πηλίκον ἂν εἴη δεξιῷ ποιμένι λογικὰ θρέμματα, καὶ ὧν τι προεκινδύνευσεν, ἐπεὶ καὶ τοῦτο τῷ φίλτρῳ προσ τίθησιν;
Γʹ. Ὡς ἐγὼ δέδοικα μὲν τοὺς βαρεῖς λύκους, μὴ τὴν σκοτόμαιναν ἡμῶν τηρήσαντες, τὴν ποίμνην σπαράξωσι λόγοις συναρπακτικοῖς τε καὶ βιαίοις· 35.1232 ἐπειδὴ τὰς ἀκαιρίας τηροῦσι, τὸ φανερῶς ἰσχύειν οὐκ ἔχοντες. ∆έδοικα δὲ τοὺς