1
De mortuis non esse dolendum
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΕΙΣ ΤΟΥΣ ΚΟΙΜΗΘΕΝΤΑΣ
Οἱ τὴν ἀναγκαίαν τῆς φύσεως ἡμῶν ἀκολουθίαν ἐν τοῖς ἐξιοῦσιν ἀπὸ τοῦ βίου συμφορὰν ποιούμενοι καὶ βαρυπεν θοῦντες ἐπὶ τοῖς μεθισταμένοις ἀπὸ τοῦ τῇδε βίου πρὸς τὸν νοερὸν καὶ ἀσώματον οὔ μοι δοκοῦσιν ἐπεσκέφθαι τὴν ζωὴν ἡμῶν ἥτις ἐστίν, ἀλλὰ τὸ τῶν πολλῶν πάσχειν, οἳ διά τινος ἀλόγου συνηθείας τὸ παρὸν αὐτοῖς ὡς καλὸν ἀγαπῶσιν, οἷον δ' ἂν εἴη. καίτοι γε τὸν λόγῳ καὶ διανοίᾳ τῆς ἀλόγου φύσεως προτεταγμένον πρὸς τοῦτο μόνον τὴν ῥοπὴν ἔχειν προσῆκεν, ὃ τῇ τοῦ λόγου κρίσει καλόν τε καὶ αἱρετὸν ἀναφαίνεται, καὶ μὴ τοῦτο πάντως αἱρεῖσθαι, ὅπερ ἂν αὐτοῖς ἐκ συνηθείας τινὸς καὶ ἀκρίτου προσπαθείας ἡδύ τε καὶ καταθύμιον φαίνηται. διό μοι δοκεῖ καλῶς ἔχειν ἐπινοίᾳ τινὶ τῆς πρὸς τὸ σύνηθες αὐτοὺς διαθέσεως ἀποστήσαντα μεταγαγεῖν ὡς ἔστι δυνατὸν ἐπὶ τὴν ἀμείνω τε καὶ πρέπουσαν τοῖς λελογισμένοις διάνοιαν. οὕτω γὰρ ἂν ἐξορισθείη τῆς 9.29 ἀνθρωπίνης ζωῆς ἡ σπουδαζομένη περὶ τὰ πάθη τοῖς πολλοῖς ἀλογία. γένοιτο δ' ἂν ἡμῖν ἀκόλουθος ἡ τοῦ λόγου σπουδὴ πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν, εἰ πρῶτον μὲν τὸ ἀληθῶς ἀγαθὸν οἷόν ἐστιν ἐξετασθείη, ἔπειτα δὲ τὸ ἴδιον τῆς ἐν σώματι ζωῆς θεωρήσαιμεν, πρὸς τούτοις δὲ εἰ διὰ συγκρίσεως ἀντιπαρατεθείη τοῖς παροῦσι τὰ δι' ἐλπίδος ἡμῖν ἀποκείμενα. οὕτω γὰρ ἂν προέλθοι πρὸς τὸν σκοπὸν τοῦ λόγου ἡ θεωρία, ὥστε μετατεθῆναι τῶν πολλῶν ἀπὸ τοῦ συνήθους ἐπὶ τὸ καλὸν τὴν διάνοιαν. ἐπειδὴ γὰρ πᾶσιν ἀνθρώποις φυσική τις πρὸς τὸ καλὸν ἔγκειται σχέσις καὶ πρὸς τοῦτο κινεῖται πᾶσα προαίρεσις τὸν τοῦ καλοῦ σκοπὸν πάσης τῆς κατὰ τὸν βίον σπουδῆς προβαλλομένη, τούτου χάριν ἡ περὶ τὸ ὄντως καλὸν ἀκρισία τὰ πολλὰ τῶν ἁμαρτανομένων εἴωθεν ἐξεργά ζεσθαι, ὡς εἴ γε πρόδηλον πᾶσιν ἦν τὸ ἀληθῶς ἀγαθόν, οὐκ ἂν ἐκείνου ποτὲ διημάρτομεν ᾧ φύσις ἡ ἀγαθότης ἐστίν, οὐδ' ἂν ἑκουσίως τῇ τῶν κακῶν συνηνέχθημεν πείρᾳ, εἴπερ μὴ ἐπεκέχρωστο τὰ πράγματα διεψευσμένῃ τινὶ τοῦ καλοῦ φαντασίᾳ. οὐκοῦν πρὸ πάντων τοῦτο τῷ λόγῳ κατανοήσωμεν τί τὸ ἀληθῶς ἀγαθόν, ὡς ἂν μὴ τῇ περὶ τούτου πλάνῃ σπου δασθείη ποτὲ τὸ χεῖρον ἀντὶ τοῦ κρείττονος. φημὶ τοίνυν χρῆναι καθάπερ ὅρισμόν τινα καὶ χαρακτῆρα τοῦ ζητουμένου προϋποθέσθαι τῷ λόγῳ, δι' οὗ γένοιτ' ἂν ἡμῖν ἀσφαλὴς ἡ τοῦ καλοῦ κατανόησις.
Τίς οὖν ὁ χαρακτὴρ τῆς ἀληθινῆς ἀγαθότητος; τὸ μὴ μόνον πρός τι τὸ ὠφέλιμον ἔχειν μηδὲ κατὰ καιρούς τινας ἢ 9.30 ἐπωφελὲς ἢ ἄχρηστον φαίνεσθαι μηδέ τινι μὲν εἶναι καλὸν ἑτέρῳ δὲ οὐ τοιοῦτον, ἀλλ' ὅπερ καὶ ἐφ' ἑαυτοῦ κατὰ τὴν ἰδίαν φύσιν ἐστὶ καλὸν καὶ παντὶ καὶ πάντοτε ὡσαύτως ἔχει. οὗτός ἐστι κατά γε τὴν ἐμὴν κρίσιν τῆς τοῦ καλοῦ φύσεως ὁ χαρακτὴρ ἀπλανής τε καὶ ἀδιάψευστος. ὃ γὰρ μήτε πᾶσι μήτε πάντοτε μήτε ἐφ' ἑαυτοῦ δίχα τῆς ἔξωθεν περιστάσεώς ἐστι καλόν, οὐκ ἂν κυρίως ἐν τῇ τοῦ καλοῦ κρίνοιτο φύσει. διόπερ πολλοὶ τῶν ἀνεξετάστως προσεχόντων τοῖς οὖσιν ἐν τοῖς τοῦ κόσμου στοιχείοις εἶναι τὸ καλὸν ἐφαντάσθησαν, ὧν οὐδὲν εὕροι τις ἂν διεξετάζων καὶ ἐφ' ἑαυτοῦ καὶ πάντοτε καὶ παντὶ καλὸν εὑρισκόμενον. μέμικται γὰρ τῷ ἀφ' ἑκάστου τούτων χρησίμῳ καὶ ἡ πρὸς τὸ ἐναντίον ἐνέργεια. οἷον τὸ ὕδωρ σωτήριον μὲν τοῖς ἐν αὐτῷ τρεφομένοις ἐστὶν ὀλέθριον δὲ τοῖς χερσαίοις, εἰ ἐπικλύσειεν· ὡσαύτως δὲ καὶ ὁ ἀὴρ τοῖς μὲν ἐν αὐτῷ ζῆν πεφυκόσιν ἐστὶ σωτήριος, τοῖς δὲ τὸν ἔνυδρον εἰληχόσι βίον φθαρτικὸς εὑρίσκεται καὶ ὀλέθριος, ὅταν ἐν αὐτῷ τι γένηται τῶν ὑποβρυχίων· οὕτω καὶ τὸ πῦρ πρός τι χρήσιμον ἡμῖν γινόμενον φθαρτικόν ἐστιν ἐν τοῖς πλείοσι, καὶ αὐτὸν δὲ τὸν ἥλιον εὕροι τις ἂν οὔτε παντὶ οὔτε πάντοτε οὔτε κατὰ πάντα καλὸν τοῖς μετέχουσιν·