1

 2

 3

 4

 5

 6

 7

1

De sanctis martyribus

Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι, ἐλέχθη ἡ ὁμιλία ἐν τῇ πόλει εἰς μάρτυρας, καὶ περὶ κατανύξεως καὶ

ἐλεημοσύνης.

50.645 αʹ. Χθὲς μαρτύρων ἡμέρα, ἀλλὰ καὶ σήμερον μαρτύρων ἡμέρα· εἴθε καὶ ἀεὶ μαρτύρων ἡμέραν ἐπετελοῦμεν. Εἰ γὰρ οἱ περὶ τὰ θέατρα μεμηνότες, καὶ πρὸς τὴν τῶν ἵππων ἅμιλλαν κεχηνότες, οὐδέποτε λαμβάνουσι κόρον τῶν ἀτόπων θεαμάτων ἐκείνων, πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς τὰς ἑορτὰς τῶν ἁγίων. Ἐκεῖ πομπὴ διαβολικὴ, ἐνταῦθα ἑορτὴ χριστιανική· ἐκεῖ δαίμονες σκιρτῶσιν. ἐνταῦθα ἄγγελοι χορεύουσιν· ἐκεῖ ψυχῶν ἀπώλεια, ἐνταῦθα σωτηρία τῶν συλλεγομένων ἁπάντων. Ἀλλ' ἔχει τινὰ ἡδονὴν ἐκεῖνα; Ἀλλ' οὐ τοσαύτην ὅσην ταῦτα. Ποία γὰρ ἡδονὴ τρέχοντας εἰκῆ καὶ ἁπλῶς ἵππους ἰδεῖν; ἐνταῦθα δὲ οὐχὶ ἀλόγων ζεῦγος ὁρᾷς, ἀλλὰ μαρτύρων μυρία ἅρματα, καὶ τὸν Θεὸν τοῖς ἅρμασιν ἐφεστῶτα τούτοις, καὶ τὴν πρὸς τὸν οὐρανὸν ὁδὸν ἐλαύνοντα. Ὅτι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων ἅρμα εἰσὶ τοῦ Θεοῦ, ἄκουσον τοῦ προφήτου λέγοντος· Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων. Ὅπερ γὰρ ἐδωρήσατο ταῖς ἄνω δυνάμεσι, τοῦτο ἐχαρίσατο καὶ τῇ ἡμετέρᾳ φύσει. Ἐπὶ τῶν Χερουβὶμ κάθηται, καθάπερ καὶ ὁ ψαλμός φησιν· Ἐπέβη ἐπὶ τῶν χερουβὶμ, καὶ ἐπετάσθη· καὶ πάλιν, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ βλέπων ἀβύσσους. Τοῦτο καὶ ἡμῖν πάλιν ἔδωκεν· ἐπ' ἐκείνων κάθηται, ἐν ἡμῖν οἰκεῖ· Ἐνοικήσω γὰρ 50.646 καὶ ἐμπεριπατήσω ἐν ὑμῖν. Ἐκεῖνοι γεγόνασιν ἅρμα, ἡμεῖς γενώμεθα ναός. Εἶδες τῆς τιμῆς τὴν συγγένειαν; εἶδες πῶς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ κάτω; ∆ιόπερ οὐδὲν διεστήκαμεν τῶν ἀγγέλων, ἂν θέλωμεν. Ἀλλ' ὅπερ ἔφην ἀρχόμενος, χθὲς μαρτύρων ἡμέρα, καὶ σήμερον μαρτύρων ἡμέρα, οὐχὶ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ἐν τῇ χώρᾳ· μᾶλλον δὲ κἀκεῖνοι παρ' ἡμῖν. Πόλις μὲν γὰρ καὶ χώρα ἐν τοῖς βιωτικοῖς πράγμασιν ἀλλήλων διεστήκασι, κατὰ δὲ τὸν τῆς εὐσεβείας λόγον κοινωνοῦσι καὶ ἥνωνται. Μὴ γάρ μοι τὴν βάρβαρον αὐτῶν φωνὴν ἴδῃς, ἀλλὰ τὴν φιλοσοφοῦσαν αὐτῶν διάνοιαν. Τί γάρ μοι ὄφελος τῆς ὁμοφωνίας, ὅταν τὰ τῆς γνώμης ᾖ διῃρημένα; τί δέ μοι βλάβος τῆς ἑτεροφωνίας, ὅταν τὰ τῆς πίστεως ᾖ συνημμένα; Κατὰ τὸν λόγον τοῦτον οὐδὲν οὔτε χώρα πόλεως εὐτελεστέρα· ἐν γὰρ τῷ κεφαλαίῳ τῶν ἀγαθῶν τὴν ἰσοτιμίαν ἔχουσι. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς πόλεσι μὲν ἐνδιέτριβε, τὰς δὲ χώρας ἠφίει κενὰς καὶ ἐρήμους, ἀλλὰ διεπορεύετο κατὰ πόλεις καὶ κώμας, κηρύσσων τὸ εὐαγγέλιον καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τοῦτον καὶ ὁ κοινὸς ἡμῶν ποιμὴν καὶ διδάσκαλος μιμησάμενος, ἀφῆκεν ἡμᾶς καὶ πρὸς ἐκείνους ἔδραμε· μᾶλλον δὲ οὐκ ἀφῆκεν ἡμᾶς πρὸς ἐκείνους ἀπελθών· πρὸς γὰρ τοὺς ἀδελφοὺς τοὺς 50.647 ἡμετέρους ἀπῆλθε. Καὶ καθάπερ τῆς ἑορτῆς τῶν Μακκαβαίων ἐπιτελουμένης, πᾶσα ἡ χώρα εἰς τὴν πόλιν ἐξεχύθη· οὕτω τῆς ἑορτῆς τῶν ἐκεῖ μαρτύρων ἀγομένης, νῦν τὴν πόλιν ἅπασαν πρὸς ἐκείνους μεταστῆναι ἐχρῆν. ∆ιὰ γὰρ τοῦτο οὐκ ἐν πόλεσι μόνον κατεφύτευσε μάρτυρας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τῆς χώρας αὐτῆς, ἵνα ἐκ τῆς τῶν ἑορτῶν ὑποθέσεως πρόφασιν ἔχωμεν ἀναγκαίαν τῆς πρὸς ἀλλήλους ἐπιμιξίας, καὶ πλείους ἐπὶ τῆς χώρας ἢ ἐπὶ τῆς πόλεως. Τῷ γὰρ ὑστεροῦντι τὴν περισσοτέραν τιμὴν ἔδωκεν ὁ Θεός· ἀσθενέστερον γάρ ἐστιν ἐκεῖνο τὸ μέρος· διὰ