1

 2

 3

 4

 5

1

In Joannem theologum

Τοῦ αὐτοῦ λόγος εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον.

59.609 αʹ. Ἰωάννης ἐν Ἐφέσῳ τῆς Ἀσίας, Ἰωάννης τῆς Ἀσίτὸ καύχημα, μᾶλλον δὲ

τῆς οἰκουμένης ὁ στῦλος, Ἰωάννης ὁ ἀγαπητὸς τοῦ Χριστοῦ μαθητὴς, καὶ τοῦ Θεοῦ Λόγου σάλπιγξ, τῶν Ἐφεσίων τὸ κλέος, καὶ τῶν περάτων ὁ κήρυξ, ἡ κιθάρα τῆς θεολογίας, Θεολόγος ἀξίως καλούμενος· τὸ Χερουβικὸν στόμα, καὶ τὸ Σεραφικὸν μυσταγώγημα, ἢ καὶ ὑπὲρ ταῦτα εἰπεῖν οὐ παραιτήσομαι. Ὃν γὰρ αἱ ἄνω δυνάμεις ἀγγέλων τρόμῳ δοξάζουσιν, Ἰωάννης μεγάλῃ τῇ φωνῇ παῤῥησίᾳ ἐκήρυξεν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι ἐν σοὶ πρῶτον ἤχησεν ἡ τοιαύτη θεόλεκτος βροντή· μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι ἐν σοὶ συνετάγη τὸ τοιοῦτον γραμματεῖον· μακαρία εἶ, ὅτι ἐν σοὶ ὁ τοιοῦτος Ἰωάννης. Καὶ ἄλλοι μὲν γὰρ Ἰωάνναι ἐν ὅλῃ τῇ οἰκουμένῃ καὶ ἐν σοὶ, ἀλλ' οὐδεὶς τοιοῦτος Ἰωάννης, οὔτε ἐν σοὶ, οὔτ' ἐν ὅλῃ τῇ οἰκουμένῃ. Ὅθεν ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, καὶ γινώσκων τὰ κρύφια τῆς καρδίας, εὑρὼν αὐτὸν τοιοῦτον, ἅγιον καὶ ἀμίαντον, ὑψηλὸν τὸν βίον, καθαρὸν τῇ καρδίᾳ, κεκοσμημένον τῇ ἀγνείᾳ, τετελειωμένον ἐν ἀγάπῃ. τοῦτον ὡς πιστὸν ἐν πᾶσι πιστεύειν τὴν ἰδίαν μητέρα παραδοὺς, τὴν ἀμίαντον περιστερὰν, τὴν ἄσπιλον ἀμνάδα, τὴν ἀκηλίδωτον δάμαλιν, τὴν ἀσύγκριτον ἐν ἀνθρώποις, τὴν πάντων τῶν ποιημάτων Θεοῦ ἀνωτέραν· ὅπερ οὐδεὶς ἄλλος τῶν ἁγίων πεπίστευται.

Μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι τοιούτου σε ἀνδρὸς πόδες ἐπάτησαν, οὗ τὴν καθαρὰν διαγωγὴν καὶ τὰ ἴχνη ἄγγελοι ἐθαύμασαν· μακαρία εἶ, πόλις Ἐφεσίων, ὅτι πρώτη πάσης πόλεως ὑψηλοτέρα ἀνεδείχθης, διὰ Ἰωάννην τὸν ἠγαπημένον· μακαρία εἶ, ὅτι πᾶσαι τῆς οἰκουμένης αἱ Ἐκκλησίαι σου μαθήτριαι τυγχάνουσι, παρὰ σοῦ διδαχθεῖσαι θεολογεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὥσπερ γὰρ ἐὰν ᾖ λύχνος ἔν τινι τόπῳ καιόμενος, καὶ πανταχόθεν πολλοὶ προστρέχοντες, ἐκεῖθεν ἕκαστος ἀνάψας θαῤῥῶν λοιπὸν πορεύεται, μηδαμῶς προσκόπτων, μηδὲ πλανώμενος· οὕτω καὶ ἐν Ἐφέσῳ γέγονε. Πρώτη ἀνάψασα τὸν τῆς θεολογίας λύχνον, πᾶσαι τῶν περάτων αἱ Ἐκκλησίαι πρὸς σὲ δραμοῦσαι, ἑκάστη τὴν ἑαυτῆς λαμπάδα τὴν θεολογίαν ἀνῆψε, καὶ ὑπέστρεψε χαίρουσα. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ ἐν Ἐφέσῳ τοῦ ἰδίου φωτὸς τῆς θεολογίας οὐκ ἠλαττώθη, καὶ ἡ οἰκουμένη τὰ ἴσα φῶτα κατέχουσα κηρύττει τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. 59.610 Ἀναγκαῖόν τε καὶ τοὺς ἀγῶνας αὐτοῦ εἰς μέσον ἀγαγεῖν, ὅσον ἡμῖν δυνατὸν, ἐκ τῶν πολλῶν ὀλίγα· πάντα γὰρ αὐτοῦ τὰ κατορθώματα οὐκ ἐξαρκέσαι πᾶς ὁ καιρὸς πρὸς διήγησιν. Τὰ μὲν γὰρ πλεῖστα ἠκούσαμεν ἐκ τῆς βίβλου τῶν Πράξεων, ὅσα συνὼν τοῖς ἀποστόλοις καλῶς ἠγωνίσατο. Ὕστερον ἐξόριστος ὑπὸ ∆ομετιανοῦ τοῦ τῶν Ῥωμαίων βασιλέως εἰς τὴν νῆσον τὴν καλουμένην Πάτμον γίνεται διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα τῆς εὐσεβείας, καὶ Ἐκκλησίαν συγγράφει, ἣν ἔδειξεν αὐτῷ ὁ Θεὸς, καὶ Ἀποκάλυψιν μυστηρίων ἀῤῥήτων καὶ φοβερῶν, ἔπειτα καὶ τὰς ἁγίας αὐτοῦ τρεῖς Ἐπιστολάς.

Σκόπει δὲ τὴν ἄφατον τοῦ Θεοῦ ἀγαθότητα, πανταχοῦ συγξενιτεύοντος τοῖς ἀγαπῶσιν αὐτόν· κἂν ἐν φυλακῇ κατέχωνται, κἂν ἐν ἐξορίαις τυγχάνωσιν, εἴτε ἐν βυθῷ θαλάσσης, εἴτε ἐν λάκκῳ κατακλεισθῶσιν, κἂν ὅπου δ' ἂν παραῤῥιφῶσιν, οὐ χωρίζεται τούτων, συμμαχῶν καὶ ἐνισχύων, καὶ τῶν πόνων ἐπικουφίζων. Εἶτα ἐπανελθὼν τῆς ἐξορίας, καταλαμβάνει τὴν Ἔφεσον, κἀκεῖσε διατρίβων συντάττει τὸ Εὐαγγέλιον ὢν ἐτῶν ἑκατὸν, διαρκέσας ἕως ὅλων ἑκατὸν εἴκοσιν. Ἐκεῖσε διάγων συγγράφεται τὴν θεολογίαν, μᾶλλον δὲ ἐν οὐρανοῖς, ὅθεν αὐτὴν ἐκομίσατο· τῶν γὰρ τοιούτων ἐν οὐρανοῖς διάγει τὸ πολίτευμα. Ἐν Ἐφέσῳ διάγων, ἐν σαρκὶ, εἰς τὰ