1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

1

In Psalmum 118 (homiliae 1-3) [Sp.]

ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ητοι τὸν ἄμωμον. Στάσις αʹ.

55.675 αʹ. Μέγα θησαύρισμα καὶ πλοῦτον πνευματικὸν καὶ ψυχῶν θυμηρεστάτην λυσιτέλειαν πρός τε τὴν τοῦ Θεοῦ αἴνεσιν καὶ δοξολογίαν, καὶ τοῦ βίου ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων, κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται, διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ καθηγεμόνες καὶ διδάσκαλοι, ἅγιοι πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον ψαλμόν. Στοιχείωσις γάρ ἐστι καὶ ὁδή γησις τοῦ κατὰ Θεὸν βίου. Οὕτω γὰρ καὶ τὴν ἐπιγραφὴν ἔχει, ἐπειδὴ τοὺς προσέχοντας καὶ ἐρευνῶντας ἀκριβῶς τὴν τούτου σαφήνειαν ῥυθμίζει πρὸς τελειότητα βίου, καὶ κατὰ τὴν αὐτοῦ ὀνομασίαν ἀμώμους ἀποτελεῖ. Ἄμω μος δέ ἐστιν ὁ παντὸς ἄγους καὶ μύσους καὶ ῥύπου ἀπηλλαγμένος, καὶ κηλῖδος ἁπάσης ἐκτὸς καὶ ἀνομίας καὶ ἁμαρτίας· ὁ αὐτὸς δὲ καὶ μακάριος, ὅτι μετὰ τὴν ἐντεῦθεν τοῦ βίου ἐκδημίαν τῆς ἀληθινῆς μακαριότητος ἀξιωθήσεται, καὶ τῷ φωτὶ καταγλαϊσθήσεται τῆς θείας γνώσεως, καὶ εἰς ἀνάπαυσιν καὶ τρυφὴν αἰωνίαν αὐ λισθήσεται, ἥτις ἐστὶν οὐρανῶν βασιλεία. Ὅθεν καὶ ὁ ὑμνογράφος ∆αυῒδ τοῖς προφητικοῖς ὄμμασι κατανοήσας τὴν τοῦ ἁγίου βαπτίσματος χάριν ἐβόα· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι. Τοὺς δὲ τηρήσαντας ταύτην τὴν χάριν, καὶ κατὰ τὴν συνταγὴν ποιήσαντας, καὶ τῷ Θεῷ προσαγομένους καὶ τῷ ἁγίῳ βαπτίσματι, τούτους ὡς κατορθοῦντας τὴν πρακτικὴν ἀρετὴν ἐν τούτῳ τῷ ψαλμῷ μακαρίζει. Ἔχει δὲ καὶ ἑτέραν τινὰ ὑψηλοτάτην ἔννοιαν ἡ τοῦ ψαλμοῦ τοῦδε ὑπόθεσις. Αὐτὸς γὰρ οὗτος ὁ θεῖος ∆αυῒδ πολλὰς καὶ διαφόρους πραγμάτων ἔσχε μεταβο λάς. Καὶ γὰρ ἔφυγε πολεμίους, καὶ ἐδίωξε πολεμίους, καὶ περιέπεσεν ἀθυμίαις, καὶ θυμηρεστέραν πάλιν ἔσχε ζωήν· καὶ τὴν θείαν ὁδὸν ἔδραμε, καὶ προσέπταισεν ὁδεύων, καὶ αὖθις τοῖς θείοις ἠκολούθησε νόμοις. Ταῦτα τοίνυν ἅπαντα κατὰ ταὐτὸν ἐν τῷδε συνήγαγε τῷ ψαλμῷ, καὶ τὰς καθ' ἕκαστον καιρὸν ὑπ' αὐτοῦ προσενεχθείσας τῷ Θεῷ προσευχὰς προσαρμόσας ἀλλήλαις, μίαν τοῖς ἀνθρώποις ὀνησιφόρον διδασκαλίαν προτέθεικε, καὶ δι δάσκει δι' ὧν λέγει, πῶς δυνατὸν κατορθῶσαι τὴν πρα κτικὴν ἀρετήν. Οὐκ ἀμελεῖ δὲ οὐδὲ τῆς τῶν δογμάτων ἀκριβείας, ἀλλὰ ταῖς ἠθικαῖς ὑποθήκαις καὶ τὴν περὶ τούτων διδασκαλίαν προστίθησιν, ὡς ἀρκεῖν τοῦτον τὸν ψαλμὸν καὶ τοὺς τῆς τελείας ἀρετῆς ἐφιεμένους ἐν αὐτῇ τελειῶσαι, καὶ τοὺς ῥᾳστώνῃ συζῶντας πρὸς σπουδὴν διεγεῖραι, καὶ ψυχαγωγῆσαι τοὺς ἀθυμοῦντας, καὶ ῥυ θμίσαι τοὺς ῥᾳθυμοῦντας, καὶ ἁπαξαπλῶς παντοδαπὴν θεραπείαν ἐνθεῖναι τοῖς ποικίλοις τῶν ἀνθρώπων παθή μασι. 55.676 Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Ὡς ἵνα εἴπωμεν, μακάριοι οἱ ἐν τῷδε τῷ προσκαίρῳ βίῳ πορευόμενοι ἐν νόμῳ Κυρίου. Ὁδὸς γὰρ παρὰ τῷ προφήτῃ ὁ παρὼν βίος εἴρηται, διὰ τὸ μη δὲν στάσιμον ἢ βέβαιον ἔχειν. Σκιὰ γάρ ἐστιν ὁ βίος ἡμῶν, καὶ καπνοῦ δίκην συντόμως παρέρχεται. Οὕτω γὰρ ἔφη ὁ ἀπόστολος Ἰάκωβος· Ποία γάρ ἐστιν ἡ ζωὴ ἡμῶν; Ἀτμὶς γάρ ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα ἀφανιζομένη. Τοιοῦτον δέ τι καὶ ὁ θεολόγος Γρηγόριος ἐφιλοσόφησε· κύκλος τις τῶν ἡμετέρων πε ριτρέχει πραγμάτων, ἄλλοτε ἄλλως ἐπὶ μιᾶς ἡμέρας, ἔστι δὲ ὅτε καὶ ὥρας, φέρων μεταβολάς. Οὐδὲν οὖν, ἀδελφοὶ, εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, κα θὼς ὁ θεῖος ἀπόστολος λέγει, οὐδὲ ἐξενεγκεῖν τι δυ νησόμεθα. Περὶ τῶν μελλόντων φροντίσωμεν·