1

 2

 3

1

In Psalmum 139 [Sp.]

ΕΙΣ ΤΟ Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

55.707 αʹ. Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ

λεόντων, ἢ δρακόντων, ἀλλ' ἐξ ἀνθρώ που πονηροῦ. ∆ῆλον οὖν ὅτι χείρονές εἰσιν οἱ πονηροὶ ἄνθρωποι τῶν λεόντων. Οἱ μὲν γὰρ λέοντες τὸν ∆ανιὴλ ἐνετράπησαν, Ἰουδαῖοι δὲ τὸν Κύριον ἐσταύρωσαν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, τὸν δὲ Ἰωσὴφ οἱ ἀδελφοὶ πιπράσκοντες ἔτρωγον, ὃν καὶ δεόμενον ὑπερ εῖδον. Ἐδέετο γὰρ αὐτῶν ὁ παῖς τοῦ μὴ πραθῆναι τοῖς ἀλλοφύλοις· οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὴν ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν ἡλικίαν ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον.

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώ που πονηροῦ. Μέλισσαι ἄγριαι τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἔτρεφον, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμε. ∆ράκοντες καὶ κεράσται καὶ ἀσπίδες τὸν ἄνδρα ᾐσχύ νοντο, γύναιον δὲ πονηρὸν τὸν προφήτην οὐκ ἔφριττε. ∆ανιὴλ ἐν Βαβυλῶνι τὸν δράκοντα ἔκτεινε, ∆αυῒδ δὲ τοῦ Σαοὺλ τὸν φθόνον νικῆσαι οὐκ ἴσχυσεν. Ὁ ὄφις τὴν Εὔαν μόνον ἠπάτησεν· ὁ δὲ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφό νευσεν. Ὁ κύων Κάϊν μαστιζόμενος, τῷ ∆εσπότῃ ὑπο τάσσεται· Ἰούδας δὲ καὶ τρεφόμενος τὸν ∆εσπότην παρέδωκεν. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. οὐκ ἀπὸ θηρίων· τὰ μὲν γὰρ θηρία προφανῆ τὴν πονη ρίαν κέκτηνται, οἱ δέ γε πονηροὶ ἄνθρωποι κρύπτουσι τὴν πονηρίαν τῷ σχήματι τῆς ἐπιεικείας. Καὶ ὥσπερ οἱ τὰ δηλητήρια φάρμακα διδόντες, μέλιτι πολλάκις περιχρίουσι τὴν πικρίαν τῇ γλυκύτητι· οὕτω καὶ οἱ πονηροὶ ἄνθρωποι τὸ μὲν γλυκὺ τῶν λόγων ἐν τῷ στό ματι φέρουσι, τὸ δὲ πικρὸν τῶν τρόπων ἐν καρδίᾳ κατ 55.708 έχουσι· τὸ μέλι ἐν τῇ γλώττῃ βαστάζουσι, καὶ τὸ ξίφος ἐν τῇ γνώμῃ χαλκεύουσιν, ἄλλοι ἔξωθεν φαινόμενοι, καὶ ἄλλοι ἔνδοθεν κρυπτόμενοι. Οὕτως οὖν χαλεπώτερός ἐστιν ὁ πονηρὸς ἄνθρωπος τοῦ θηρίου· καὶ πῶς, ἄκουε. Τὸ μὲν θηρίον οὐκ ἔχον φρόνησιν, οὐχ εὑρίσκει κακὰ κατὰ τοῦ ἀνθρώπου· οὐδὲ γὰρ λογίζεται, οὐδὲ γὰρ τὴν ὑπαγο ρεύουσαν αὐτῷ φρόνησιν καὶ τὸν δόλον· ὁ δέ γε πονη ρὸς ἄνθρωπος κεκτημένος τὴν φρόνησιν, καὶ χρῆται αὐτῇ πρὸς τὴν πονηρίαν, καὶ ὅταν δὲ βούληται, θήρα τρα διὰ τῆς φρονήσεως ἐξευρίσκει. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἀπ' ἀγγέλου πονηροῦ Εἰσὶ γὰρ καὶ ἄγγελοι πονηροί· ὡς ὅταν λέγῃ ∆αυΐδ· Ἐξαπ έστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν.

Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. Χείρων δὲ ὁ πονη ρὸς ἄνθρωπος τοῦ ἀγγέλου τοῦ πονηροῦ. Ὁ μὲν γὰρ πονηρὸς ἄγγελος τὰ προστεταγμένα φυλάττει· ὁ δὲ πονη ρὸς ἄνθρωπος τὰ προστεταγμένα παραχαράσσει. Τί πο νηρότερον τοῦ διαβόλου; Ἀλλ' ὅμως φθονήσας τῷ Ἰὼβ, οὐκ ἐτόλμησεν αὐτῷ προσελθεῖν δίχα προστάγματος θεϊκοῦ. Ὁ δὲ πονηρὸς ἄνθρωπος ἀκούων τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, οὐ μόνον οὐκ ἀγαπᾷ τοὺς ἐχθροὺς, ἀλλά γε καὶ τοὺς εὐεργετοῦντας μισεῖ, καὶ τούτους φο νεύει, ὡς καὶ ὁ Σαοὺλ ἐποίει τῷ ∆αυΐδ. Ὁ μὲν γὰρ τὸν ἀντίδικον αὐτοῦ Γολιὰθ σφενδονίσας ἀπέκτεινε, καὶ τοῦ φόβου ἀπήλασεν· ὁ δὲ τὴν δολοφονίαν κατ' αὐτοῦ ἀνέπνει. Τὸν δαίμονα αὐτοῦ πάλιν τῇ ψαλμῳδίᾳ αὐτοῦ ἀπήλαυνεν, ὁ δὲ τὸ ξίφος κατ' αὐτοῦ ἀκονήσας ἠκόντιζε. Τοιοῦτος γάρ ἐστιν ὁ πονηρός· ὅσον εὐεργετεῖται, τοσοῦ τον μᾶλλον πρὸς φθόνον ἐκκαίεται. Ὕλη γὰρ φθόνου ἰσχὺς τῷ