1

 2

 3

 4

 5

 6

1

In evangelii dictum et de virginitate

Ιʹ. Τοῦ αὐτοῦ εἰς τὸ τοῦ Εὐαγγελίου ῥητὸν, καὶ περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπεσούσας.

64.37

Οὐδὲν ὁ θεῖος λόγος ἀσκόπως, οὐδὲ ξένον τῆς ἡμετέρας σωτηρίας παρέδωκεν αἴνιγμα. Ὅθεν ποῦ μου τὸν, νοῦν ἐκπετάσω, τὸ πυκνὸν τῆς ἐννοίας ἐρευνῆσαι προετρέψατο, καὶ ἰδεῖν τί ἄρα βούλεται τὸ ἐν τῷ Εὐαγγελίῳ παρὰ τοῦ ∆εσπότου λεγόμενον. Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ, τοῖς δὲ ἀποκαλύπτων τὰ εὔδηλα ἡμῖν, τὸν περὶ σωτηρίας λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τρανὴν καὶ ἀσύγχυτον τὴν πεῖραν τῶν αἰνιγμάτων παρέδωκε· πῆ μὲν ἀπὸ τῶν καθ' ἡμέραν πραγμάτων διεξιέναι δυναμένους τὴν ἔμφασιν, πῆ δὲ καὶ ἀπ' αὐτῆς τῆς ἐννοίας τοῦ λεγομένου τὴν αἴσθησιν ὑποδέξασθαι.

Ἔλεγεν ὁ ∆εσπότης, ὅτι Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν· πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοὶ εἰσέρχονται δι' αὐτῆς· Ἐκπλήξεως ὁ λόγος, ἀγνωσίας ὁ τρόπος, τί, Πλατεῖα, φησὶν, ἡ ὁδὸς τῆς ἀπωλείας. Οὐ γνωρίζει τὴν ὁδὸν ταύτην ὁ Χριστός· οὐ γὰρ δι' αὐτοῦ ἐγένετο· συμπαθείας οὖν ῥῆμα, ἰατρείας τὸ αἴνιγμα. Ὢ τῆς φιλανθρώπου εὐνοίας! ὢ τῆς ∆εσποτικῆς κηδεμονίας! ὁμοῦ καὶ τὴν νίκην καὶ τὴν ἧτταν προτίθησιν, ὁμοῦ καὶ τὸν οἶκτον καὶ τὴν ἀπόφασιν· Οἶδα, φησὶ, πῶς ὀλισθηρὸν τὸ γένος τῶν ἀνθρώπων, πῶς χαμαίζηλον, πῶς ὀφθαλμοῤῥεπὲς, πῶς εὐολίσθητον, πῶς εὐκαταμάχητον, πῶς ἄνανδρον, πῶς εὐάλωτον, εἰ μὴ πίστει στηρίζοιτο· ἤκουσε πλατεῖαν ὁδὸν, καὶ ἐπέδραμεν ὡς ἐπὶ παγίδα ὄρνεον· ἤκουσε στενὴν, καὶ φεύγει τὴν σωτηρίαν, οὐκ ἐρευνήσας ἀμφοτέρων τὸ χρήσιμον· καὶ γὰρ 64.38.40 αἰτεῖται τὴν πάλην, καὶ φεύγει τὸ σκάμμα· καὶ μάλιστα ἀκούσας, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος, καὶ τῷ βοηθῷ οὐ προσέδραμεν, ἀλλὰ φεύγει φυγῇ, μὴ γινώσκων ὅτι τὸ ἀγαθὸν ἐκφεύγει καὶ εἰς τὸ ἧττον προσκολλᾶται. Ὢ τῆς ἀνοίας! Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, ἀκούσας, ὤκλασας, ἄνθρωπε; καὶ Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ ἀκούσας, οὐκ ἐπτόησας; Μᾶλλον δὲ τὴν μὲν μάστιγα ἐπτόησας, τὸ δὲ πάθος τῆς ἁμαρτίας οὐκ ἔσβεσας. Τί πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς τῆς ἀπωλείας; Ὁδὸν ἐνταῦθα τὸν βίον λέγει, ἐπειδὴ ἡ πλατεῖα τοῖς ἀπατωμένοις δοκεῖ τὸ ἡδὺ τοῦ κόσμου. Τί δὲ ταύτης παρὰ τοῖς εὐφρονοῦσιν ἀθλιώτερον; Ἡ μὲν γὰρ στενὴ νομιζομένη εἰς οὐρανοὺς ὁδηγεῖ, ἡ δὲ πλατεῖα δοκοῦσα εἰς ᾅδην καθέλκει τοὺς ἑπομένους αὐτήν. Μὴ γὰρ πλατεῖαν νομίσῃς εἶναι ἀληθῶς, ἀγαπητὲ, ἢ ἀγαθὴν τὴν ὁδὸν ἐκείνην, ἐπειδὴ τοιαύτῃ λέξει ὁ ∆εσπότης ἐχρήσατο.

Ὥσπερ γὰρ ὁ Σολομὼν λέγει, μέλι ἀποστάζειν ἀπὸ χειλέων γυναικὸς πόρνης, παρὰ φύσιν δὲ τὸ λεγόμενον· πῶς γὰρ δυνατὸν ἀπὸ χειλέων γυναικὸς μέλι ἀποστάξαι ποτέ; ἀλλὰ τὸ δοκοῦν τῆς ἀπάτης ἡδὺ καὶ τῆς ματαίας ἡδονῆς τὴν ἀπάτην μέλι ὁ λόγος ἐκάλεσεν· οὕτω καὶ ἐνταῦθα πλάτος λέγει ὁδοῦ τὰ διάφορα τῶν ἡδονῶν πάθη, καὶ πᾶσαν τὴν τοῦ βίου ἀπόλαυσιν. Ἀκούσατέ μου οἱ τὸν αὐχένα ὑποκλίναντες καὶ δεξάμενοι τὸν χρηστὸν καὶ τὸν ἐλαφρὸν καὶ μακάριον ζυγὸν, μονάζοντες καὶ παρθένοι· ἀκούσατέ μου ὅσαι ἀφιερώσατε ἑαυτὰς καὶ ἐδώκατε τὰ σώματα ὑμῶν τῷ Κυρίῳ· ἀκούσατέ μου αἱ τοῦ οὐρανίου νυμφίου στέφανοι, ἀκούσατέ μου αἱ τοῦ ἡλίου λαμπρότεραι, ἀκούσατέ μου αἱ τῆς βασιλείας εἴσοδοι, ἀκούσατέ μου αἱ τοῦ Θεοῦ φίλαι, 64.39 ἀκούσατέ μου αἱ τοῦ ∆αυῒδ χορεύτριαι,