1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

1

In illud: In faciem ei restiti

Τῇ προτέρᾳ συνάξει ἐν τῇ ἐκκλησίᾳ τῇ καινῇ συναχθεὶς μετὰ τοῦ ἐπισκόπου, ταύτην ἐν τῇ παλαιᾷ εἶπεν εἰς τὴν περικοπὴν τοῦ Ἀποστόλου·

"Ὅτε δὲ ἦλθε Πέτρος εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην·" καὶ δείκνυσιν, ὅτι οὐκ ἀντίστασις ἦν, ἀλλ' οἰκονομία τὰ γινόμενα.

51.371 αʹ. Μίαν ὑμῶν ἀπελείφθην ἡμέραν, καὶ ὡς ἐνιαυτὸν ὁλόκληρον ὑμῶν χωρισθεὶς, οὕτως ἀσχάλλων καὶ ἀλύων διετέλουν. Καὶ ὅτι ἀληθῆ ταῦτα, ἴστε ἐξ ὧν καὶ ὑμεῖς ἐπάθετε. Καθάπερ γὰρ παῖς ὑπομάζιος τῆς μητρικῆς θηλῆς ἀποσπασθεὶς, ὅπουπερ ἂν ἀπενεχθῇ, πυκνὰ περιστρέφεται, περιβλεπόμενος τὴν ἑαυτοῦ μητέρα· οὕτω δὴ κἀγὼ τῶν κόλπων τῶν μητρικῶν ἀπενεχθεὶς ποῤῥωτέρω, πυκνὰ περιεσκόπουν, παν ταχοῦ τὴν ἁγίαν ὑμῶν ἐπιζητῶν σύνοδον. Πλὴν ἀλλ' εἶχον ἱκανὴν τούτων παραμυθίαν, τῷ πατρὶ φιλο στόργῳ πειθόμενος ταῦτα πάσχειν, καὶ ὁ τῆς ὑπα κοῆς μισθὸς τὴν ἀκηδίαν τὴν ἐπὶ τῷ ξενισμῷ γινο μένην ἀπεῖργε. Τοῦτο γὰρ ἐμοὶ καὶ διαδήματος παν 51.372 τὸς λαμπρότερον, καὶ στεφάνου σεμνότερον, τὸ παν ταχοῦ μετὰ τοῦ γεγεννηκότος περιάγεσθαι· τοῦτο ἐμοὶ καὶ κόσμος, καὶ ἀσφάλεια· κόσμος μὲν, ὅτι οὕ τως αὐτὸν ἐχειρωσάμην, καὶ πρὸς τὸν ἔρωτα ἐπεσπα σάμην τὸν ἐμὸν, ὡς μηδαμοῦ μηδέποτε ἀνέχεσθαι χωρὶς τοῦ παιδὸς φαίνεσθαι· ἀσφάλεια δὲ, ὅτι παρὼν καὶ ἀγωνιζόμενον βλέπων, πάντως καὶ τὴν παρὰ τῶν εὐχῶν συμμαχίαν ἡμῖν παρέξει. Καὶ καθάπερ πλοῖον κυβερνητῶν χεῖρες, καὶ οἴακες, καὶ ζεφύρου πνοαὶ μετὰ ἀσφαλείας εἰς λιμένα παραπέμπουσιν· οὕτω δὴ καὶ ἡ εὔνοια τούτου, καὶ ἡ ἀγάπη, καὶ ἡ τῶν εὐχῶν βοήθεια, καὶ ζεφύρου καὶ κυβερνήτου κρεῖτ τον καὶ τῶν οἰάκων κατευθύνει τὸν λόγον ἡμῶν. Ἐμὲ δὲ πρὸς τούτοις κἀκεῖνο παρεμυθεῖτο, τὸ λαμ 51.373 πρᾶς ὑμᾶς ἀπολαῦσαι τότε τραπέζης, καὶ φιλότιμον καὶ πολυτελῆ τὸν ἑστιάτορα σχεῖν. Ἔγνωμεν δὲ τοῦτο οὐκ ἐξ ἀκοῆς μόνον, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας. Καὶ γὰρ ἦσαν οἱ διακομίζοντες ἡμῖν τὰ εἰρημένα, καὶ ἀπὸ τῶν λειψάνων ὁλόκληρον τὴν εὐωχίαν ἐστο χασάμεθα. Ἐπῄνεσα μὲν οὖν τὸν ἑστιάσαντα, καὶ ἐθαύμασα τῆς πολυτελείας καὶ τοῦ πλούτου· ἐμακά ρισα δὲ καὶ ὑμᾶς τῆς εὐνοίας, καὶ τῆς ἀκριβείας, ὅτι μετὰ τοσαύτης φυλακῆς τὰ εἰρημένα κατέχετε, ὡς καὶ ἑτέρῳ διακομίσαι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς πρὸς τὴν ὑμετέραν ἀγάπην προθύμως διαλεγόμεθα. Ὁ γὰρ καταβάλλων ἐνταῦθα τὰ σπέρματα, οὐ ῥίπτει αὐτὰ παρὰ τὴν ὁδὸν, οὐδὲ εἰς τὰς ἀκάνθας ἐκχεῖ, οὐδὲ ἐπὶ τὴν πέτραν σπείρει· οὕτω λιπαρὰ καὶ βα θύγειος ὑμῶν ἐστιν ἡ ἄρουρα, καὶ πάντα εἰς τοὺς οἰκείους δεχομένη κόλπους, πολυπλασιάζει τὰ σπέρ ματα. Ἀλλ' εἴπερ ποτὲ προθυμίαν μοι παρέσχετε καὶ πολλὴν σπουδὴν ἐπὶ τὴν ἀκρόασιν, ὥσπερ οὖν ἀεὶ παρεσχήκατε, ταύτην αἰτῶ καὶ τήμερον ἐμοὶ δοῦναι τὴν χάριν. Οὐδὲ μὲν ὑπὲρ τῶν τυχόντων ἡμῖν ἐστιν ὁ λόγος, ἀλλ' ὑπὲρ μεγάλων πραγμάτων. ∆ιόπερ ὀφθαλμῶν δέομαι πανταχόθεν ὀξὺ βλεπόντων, δια νοίας διεγηγερμένης, διανεστηκότος φρονήματος, συντεταμένων λογισμῶν, ψυχῆς ἀγρύπνου καὶ ἐγρη γορυίας. Καὶ γὰρ ἠκούσατε τοῦ ἀναγνώσματος πάν τες τοῦ ἀποστολικοῦ· καὶ εἴ τις ὀξέως προσέσχε τοῖς ἀναγνωσθεῖσιν, οἶδεν ὅτι μεγάλοι ἡμῖν ἀγῶνες καὶ ἱδρῶτες πρόκεινται τήμερον. Ὅτε γὰρ ἦλθε Πέ τρος, φησὶν, εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην. βʹ. Ἆρα οὖν οὐ θορυβεῖ ἕκαστον τῶν ἀκουόντων τοῦτο, ὅτι Παῦλος ἀντέστη τῷ Πέτρῳ, ὅτι οἱ στῦλοι τῆς Ἐκκλησίας συγκρούονται καὶ ἀλλήλοις