1

 2

1

In meretricem et in pharisaeum

Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

61.709 Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν ∆εσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας· ἡ δὲ πόρνη αὐτὸν τῇ πίστει εἱστίασεν. Ὄντος γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος, ἰδοὺ γυνὴ πόρνη. Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς.

Ὀφθαλμὸς γὰρ πόρνης παγὶς ἁμαρτωλῶν· ἡ τῆς ἀκολασίας ἐνθήκη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλαγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλμῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ὁ λοιμὸς τῶν οἰκητόρων, ἡ τυραννὶς τῶν γάμων, ἡ ἀνατροπὴ τῆς σεμνότητος, ἡ τῶν ἀνδρογύνων μάχη, ἡ κακοδάπανος τράπεζα, ἡ τῶν βαλαντίων κένωσις, ἡ τῶν χρημάτων ἐκροὴ, ἡ τῶν καμάτων ἀπώλεια, ἡ τῶν κληρονόμων ληνὸς, ἣν ληνοβάται πατοῦντες τὴν ἑαυτῶν γύμνωσιν ὠρχήσαντο. Ἰδοὺ γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός. Ἀλλ' ἡ ἁμαρτωλὸς ἐκείνη τῇ δικαιοσύνῃ προσέδραμε, καὶ ὡς ἐν πυρὶ ἀκάνθας τὰς ἁμαρ 61.710 τίας ἀνήλωσεν. Ὁ δρυμὸς παράδεισος γέγονεν, ἡ λέαινα ἀρνίον, ἡ δυσωδία μύρον, ἡ ἀπώλεια θησαυρὸς, ἡ κορώνη περιστερὰ, ἡ πόρνη παρθένος, ἀδελφὴ Χριστοῦ, νύμφη τοῦ Λόγου. Στᾶσα γὰρ ὄπισθεν τοῦ Ἰησοῦ ἡ τῆς αἱμοῤῥοούσης μαθήτρια, δάκρυσι τοὺς πόδας ἔβρεξε, καὶ ταῖς θριξὶν ἐξέμαξε, καὶ τοῖς χείλεσι κατεφίλει τὰ ἴχνη, καὶ μύρῳ πολυτίμῳ ἤλειφεν.

Ὅλα τὰ ὅπλα τῆς ἁμαρτίας τῷ βασιλεῖ προσήνεγκεν, εἰρήνην αἰτῶν· καὶ τὴν πανοπλίαν τῶν κακῶν τοῖς ποσὶ τοῦ ∆εσπότου προσήγαγε. Καὶ ἐπειδὴ πάλαι ἠναγκασμένοις δάκρυσι πολλοὺς εἰς πάθος ἐξέλυσεν, ἀληθινοῖς νῦν δάκρυσι τὸν ∆εσπότην δυσωπήσασα, ἑαυτὴν ἀπέλυσε· καὶ ἡ τὰς τρίχας κακομηχάνως πλέξασα, καὶ ἀσέμνως πυργώσασα ταῖς θριξὶν ὡς ὀθόνῃ, τοῦ Χριστοῦ τοὺς πόδας ἐξέμασσεν οὐ τὸν ∆εσπότην λευκαίνουσα, ἀλλ' ἑαυτὴν ἁγιάζουσα. Ἐξωμολογεῖτο γὰρ διὰ τῶν τριχῶν, ὅσους δι' αὐτῶν ἀγκιστρεύσασα εἰς θάνατον ἡλίευσε. Καὶ μύρῳ ἤλειφε πολυτίμῳ. ∆ιὰ τί; Ἐπειδὴ πάλαι μυριζομένη πολλοὺς ἐβορβόρωσεν· ὁμοίως καὶ τοῖς ἀρώμασι κακῶς χρησαμένη, εἰς κύνας ῥινηλάτας τοὺς ἐραστὰς μετεσκεύαζε. Νῦν δὲ τῷ μύρῳ καλῶς χρησαμένη, καὶ τῷ ἀληθινῷ τὸ μύρον προσκομίσασα, τὰ σατανικὰ μυρίσματα ἀπενίψατο. Εἶτα ὡς ὁ Κύριος αὐτὴν προσεδέξατο ταῦτα πράττουσαν, ὁ Σίμων ἐψιθύριζε, ∆εσποτικῆς ἀγαθότητος λογοθέτης γινόμενος. Λέγει αὐτῷ ∆εσπότης· Σίμων, ὁ 61.711 ἐπὶ τιμῇ καλέσας με, καὶ ἀτιμάσας με, ὡς οὐ προσεδόκησα· ∆ύο χρεωφειλέται ἦσαν δανειστῇ τινι, σὺ καὶ αὐτὴ, ἐμοῦ οὐ χρεῶσται οὔτε ὀφειλέται, ἀλλὰ χρεωφειλέται, διπλοῖ ὑπεύθυνοι τυγχάνοντες, ὅτι καὶ τὸ φυσικὸν δάνειον, καὶ τοῦ νόμου τὸ κεφάλαιον λαβόντες, εἰς ἀμφότερα τῷ εὐεργέτῃ παρεπέσατε. Ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, -σὺ ὁ Φαρισαῖος, ὁ βαρύτερα, καὶ πλείονα ἔχων τὰ ψυχικὰ ἁμαρτήματα· Ἐπειδὴ οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· -ὁ δὲ ἕτερος πεντήκοντα, ὁ ὑπεύθυνος τῆς πόρνης τρόπος.