1

 2

 3

 4

 5

 6

1

In parabolam de filio prodigo

Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου.

59.515 αʹ. Ἀεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι' αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)· μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν ἀστέρων. Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι, καὶ ἡμεῖς δι' αὐτῆς ἐσώθημεν καὶ σωζόμεθα· ἥτις ἡμῖν ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν. Εἴπωμεν τοίνυν περὶ αὐτῆς, ἅπερ εἶπεν ὁ ∆εσπότης Χριστὸς, ὁ φιλάνθρωπος Υἱὸς τοῦ φιλαν 59.516 θρώπου Πατρὸς, ὁ μόνος ἀξιόχρεως τῆς πατρῴας οὐσίας ἐξηγητής· ἀναπτύξωμεν πᾶσαν τὴν περὶ τοῦ ἀσώτου παραβολὴν, ἵνα μάθωμεν ἐξ αὐτῆς, πῶς δεῖ προσπελάζειν τῷ ἀπροσπελάστῳ, καὶ συγγνώμην τῶν πταισμάτων αἰτεῖν. Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς.

Παραβολικῶς ὁ Σωτὴρ, οὐ δογματικῶς διαλέγεται. ∆ιὰ τοῦτο περὶ τοῦ ἰδίου Πατρὸς ὡς περὶ ἀνθρώπου τινὸς ὁμιλεῖ, καὶ περὶ τῶν δούλων ὡς περὶ τέκνων λαλεῖ, ἵνα δείξῃ τοῦ Θεοῦ τὴν περὶ τοὺς ἀνθρώπους στοργήν. Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς. Τίς ἐστιν οὗτος 59.517 ὁ ἄνθρωπος; Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως. Τίνας δὲ εἶχε τούτους τοὺς δύο υἱούς; Τοὺς δικαίους, καὶ τοὺς ἁμαρτωλούς· τοὺς ἐμμένοντας τοῖς θείοις αὐτοῦ προστάγμασι, καὶ τοὺς παραβαίνοντας τὰς ∆εσποτικὰς ἐντολάς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ Πατρί. Καὶ τίς ἐστιν οὗτος ὁ νεώτερος υἱός; Ὁ τὴν γνώμην ἄστατον κεκτημένος, καὶ ταῖς αὔραις τῆς νεότητος ῥιπιζόμενος. Πατέρα ἐγνώρισεν ἡ φύσις τὸν πλάσαντα, εἰ καὶ μὴ ἐτίμησε προαίρεσις τὸν ποιήσαντα. Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καλῶς ᾔτησε τὰ τοῦ Θεοῦ παρὰ τοῦ Θεοῦ· ἀλλὰ κακῶς, ἅπερ ἔλαβε, κατηνάλωσε. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον ὁ πατήρ. Ἔδωκεν αὐτοῖς, ὡς οἶκον ἴδιον, ὅλον τὸν κόσμον· ἔδωκεν αὐτοῖς, ὡς κτίστης, ὅλην τὴν κτίσιν· παρέσχεν αὐτοῖς σώματα καὶ ψυχὰς λογικὰς, ἵνα τῷ λόγῳ εὐλόγως χειραγωγούμενοι μηδὲν ἄλογον πράξωσιν· ἐπέστησεν αὐτοῖς τὸν ἑαυτοῦ νόμον, τὸν φυσικὸν καὶ τὸν γραπτὸν, ὡς θεῖον παιδαγωγὸν, ἵνα τούτῳ παιδαγωγούμενοι πληρώσωσι τοῦ νομοθέτου τὸ βούλημα. Καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς (ὡς νεώτερος ἔπραξεν), ἀπεδήμησεν εἰς χώραν μακράν. Ἀπέστη ἀπὸ τοῦ Θεοῦ, καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ Θεός· οὐ γὰρ βιάζεται τὸν μὴ βουλόμενον δουλεύειν αὐτῷ. Γνώμης γὰρ, οὐκ ἀνάγκης, αἱ ἀρεταὶ ἅπασαι. Ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Ἐκεῖ τῆς ψυχῆς ὅλον τὸν πλοῦτον ἀπώλεσεν· ἐκεῖ τέρπων καὶ τερπόμενος ἐναυάγησεν· ἐκεῖ παίζων καὶ ἐμπαιζόμενος πένης ἐγένετο· ἐκεῖ ψυχοφθόρους ἡδονὰς ἀγοράζων, καὶ γέλωτας ὠνούμενος, πατέρας δακρύων ἔλαβε· καὶ τὰς μὲν ἀρετὰς, ἃς εἶχεν, ἀπέβαλε· τὰς δὲ κακίας, ἃς οὐκ εἶχε, προσέλαβε. ∆απανήσαντος δὲ αὐτοῦ πάντα (οὐ πέφυκε γὰρ τοῖς αἰσχρῶς βιοῦσι παραμένειν ὁ πλοῦτος τῆς χάριτος), ἐγένετο οὖν λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην.

Ὅπου γὰρ τῆς σωφροσύνης ὁ σῖτος οὐ γεωργεῖται, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τῆς ἐγκρατείας ἡ ἄμπελος οὐ πεφύτευται, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τῆς ἁγνείας ὁ βότρυς οὐ ληνοπατεῖται, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τὸ οὐράνιον γλεῦκος οὐ βρύει, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου εὐφορία κακῶν, ἐκεῖ πάντως ἀφορία τῶν ἀγαθῶν· ὅπου εὐθηνία πράξεων πονηρῶν, ἐκεῖ πάντως σπάνις τῶν ἀρετῶν· ὅπου τῆς φιλανθρωπίας τὸ ἔλαιον οὐ πηγάζει, ἐκεῖ λιμὸς ἰσχυρός. Τότε οὖν καὶ αὐτὸς ἤρξατο