1

 2

 3

 4

 5

 6

 7

 8

1

In pharisaeum et meretricem

Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην. Ἐλέχθη τῇ ἁγίᾳ καὶ μεγάλῃ τετράδι.

61.727 Ἅπας μὲν καιρὸς παντὶ βουλομένῳ πρὸς μετάνοιαν ἐπιτήδειος. Ἔξεστι γὰρ

ἑκάστῳ θελήσαντι καὶ ἐν τῷ ἔαρι βλαστῆσαι τὴν εὐζωΐαν, καὶ ἐν θέρει συνάξαι τῆς σωτηρίας τὰ δράγματα, καὶ ἐν φθινοπώρῳ τὴν βλάβην τὴν τῆς ψυχῆς φθορὰν κατιδεῖν, καὶ ἐν χειμῶνι τὸν χειμῶνα τῶν ἀνομημάτων φυγεῖν, καὶ ἐν πάσῃ τροπῇ τραπῆναι τὴν ἐπὶ τὸ βέλτιον τροπὴν, καὶ ἐν νυκτὶ τὴν νύκτα τῆς ἁμαρτίας ἐκκλῖναι, καὶ ἐν ἡμέρᾳ πρὸς τὸ φῶς τοῦ καθαροῦ συνειδότος δραμεῖν, καὶ πρὸς τὸν πλάσαντα ἀναδραμεῖν· ὁ δὲ παρὼν οὗτος καιρὸς ἐγκρατείᾳ καὶ νηστείᾳ περιπεφραγμένος πρὸς μετάνοιαν ἐπιτηδειότερος, ἀλλ' οὐ πᾶσι. Μόνον γὰρ οὐχὶ λέγει ἡ φωνὴ,

Εἴ τις προσίεται πρός με, κἀγὼ λαβὼν αὐτὸν τῷ κοινῷ προσαγάγω ∆ημιουργῷ. Πτερώσωμεν οὖν ἑαυτοὺς τοῖς τῆς πίστεως καὶ τοῖς τῆς μετανοίας πτεροῖς, καὶ θελήσωμεν ἀναπτῆναι πρὸς τὸν ἡμέτερον Ποιητὴν, καὶ ἡμεῖς, ὡς πρωτότοκοι τῆς Ἐκκλησίας υἱοὶ, καὶ ὑμεῖς, οἱ καθάπερ ἔμβρυα ὡς ἐν ταῖς λαγόσι τῆς Ἐκκλησίας προλοχευόμενοι, καὶ ποθοῦντες τὰς μακαρίας καὶ ἀνωδύνους ὠδῖνας ἀσπάσασθαι, καὶ γενέσθαι τέκνα τοῦ πολεμήσαντος ὑπὲρ ἡμῶν (ἀναγκαία γὰρ τῆς πίστεως ἡ χάρις καὶ ὑμῖν τοῖς ἀπολαύειν μέλλουσι τῶν αὐτῶν ἀγαθῶν)· ἡμεῖς μὲν, ἵνα τὸν χιτῶνα τὸν βασιλικὸν, ὃν φορέσαντες ἐμολύναμεν, ἀποσμήξωμεν δάκρυσιν· ὑμεῖς δὲ, ἵνα δυνηθῆτε τοῦτον περιβαλέσθαι, καὶ φυλάξαι κρείττονα ῥύπου παντός. Ἄνευ γὰρ πίστεως εἰλικρινοῦς οὐκ ἔστιν οὐδένα τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐπιτυχεῖν. Συνηγορεῖ μου τῷ λόγῳ πρὸς ἄλλοις μυρίοις ἐκείνη ἡ πόρνη ἡ τὴν πίστιν καὶ τὴν μετάνοιαν, καθάπερ δύο λαμπάδας, κρατήσασα, καὶ προσδραμοῦσα τῷ οὐρανίῳ νυμφίῳ, καὶ γενομένη νύμφη Χριστοῦ ἐν μιᾷ ἡμέρᾳ. Ἀλλ' ἐπειδὴ τῆς μακαρίας πόρνης ἐμνήσθην· λέγω γὰρ αὐτῆς τέως τὸ ἐπίψογον ὄνομα (ἵνα γνῶμεν τίς οὖσα πρότερον, τί γέγονεν ὕστερον), βούλομαι ταύτην εἰς τὴν ἁγίαν Ἐκκλησίαν ἀγαγεῖν, ἵνα μάθωμεν καὶ ἡμεῖς παρ' αὐτῆς, πῶς ὀφείλωμεν τῷ Χριστῷ προσελθεῖν, καὶ λαβεῖν τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγήν.

Τὰ γὰρ παρ' ἐκείνης γεγενημένα, τῶν ὀφειλόντων ἀεὶ γενέσθαι παρ' ἡμῶν διδασκαλία σαφής· καὶ ἡ τοῦ Σωτῆρος πρὸς ἐκείνην διάλεξις τῶν ἁμαρτωλῶν ἔσται παράκλησις. Τίς γὰρ ἀκούων ὅτι γυνὴ μυρίαις κηλῖσι κατάστικτος, ἵνα προσφύγῃ μόνον αὐτῷ, καὶ τοῖς ποσὶν αὐτοῦ σταγόνας ἐπιχέῃ δακρύων θερμὰς, παρθενίας χειροτονίαν ἐδέξατο; Τὸν αὐτὸν ἐπιδείξασθε τρόπον, ὥστε τὸν αὐτὸν τρυγήσητε καρπόν. Τίς γὰρ λογιζόμενος τὴν ἐκείνης μεταβολὴν, καὶ τὴν ἀμοιβὴν, οὐ τὴν αὐτὴν ἀσκήσει γνώμην, ὡς τὴν ἴσην εὑρήσῃ ἀντίδοσιν; Τί γάρ ἐστι πόρνη, ἢ διαφθορὰ, ἢ προφανὴς ὕβρις τῆς φύσεως, ἢ τοῦ θήλεος γένους δημόσιος θρίαμβος, λώβη σωμάτων τε καὶ ψυχῶν, λοιμὸς τέρψει κεχρημένος, τάφος κεκονιαμένος, ᾅδου ἀκατάσχετον καὶ ἀκόρεστον στόμα, θανάτου κεκαλλωπισμένον προπύλαιον, τερπνὸν δηλητήριον, ἀναίδεια παῤῥησιαζομένη, αἰσχύνη ἀναίσχυντος, εὐπρόσωπος ὄλεθρος, τῶν ἀσελγῶν μηχανῶν δέλεαρ, τῶν νέων ἰξὸς, κάπηλος τῶν οἰκείων μελῶν, ἀπωλείας βυθὸς, ναυάγιον ἀγαπώμενον, κοινὴ συμφορὰ πάσης ἁμαρτίας, ἰταμὸν ἐργαστήριον, πάσης παρανομίας διδάσκαλος, τῆς πρὸς τὸν Θεὸν ἔχθρας δημιουργὸς, ὕλη τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου; Ἀλλ' ὅμως ἡ τῶν τοιούτων καὶ τηλικούτων κακῶν ὑπάρχουσα ὑπηρέτις, ἐπειδὴ παρὰ συνήθειαν σωφροσύνης ἠράσθη, ταῖς βίβλοις τῶν Εὐαγγελίων ἐγγέγραπται. Ταύτας ἀναπτύξαντες