1
In proditionem Judae
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΠΡΟ∆ΟΣΙΑΝ ΤΟΥ ΙΟΥ∆Α.
50.715 Νῦν ∆άφνη τερπνὴ καὶ θεοφιλὴς, οὐ μόνον διειδέ στατα βλύζουσα νάματα, οὐ κόμας δένδρων χαριεστά τας ἐκτρέφουσα, ἀλλὰ προσλαβοῦσα ξένον φυτὸν τὸν σταυρόν· νῦν σώφρων ἀληθῶς πηγὴ καὶ τῷ Πυθίῳ δαίμονι φοβερά. Οὐκ ἔτι ποσὶν ἀνδρῶν ἀσεβῶν ἀνα 50.716 πεταννῦσα τὸ ἔδαφος, ἀλλ' ὑμῖν τοῖς εὐσεβέσι παρ έχουσα τὸ ἄλσος, εἰκόνα ποθουμένου χωρίου ἐκείνου, τοῦ κήπου φημὶ, ἐν ᾧ τοῦ Σωτῆρος ἡ προδοσία τε τόλμηται, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἐφυτεύθη τὰ πράγματα.
Ἀλλὰ γὰρ οὐκ ἔχω τί φράσαι πρὸς τὴν 50.717 παροῦσαν πανήγυριν· ἡ μὲν γὰρ πανήγυρις πρὸς κατηγορίαν τοῦ Ἰούδα τὴν ἐμὴν γλῶσσαν κινεῖ, ἡ δὲ φιλ ανθρωπία τοῦ Σωτῆρος ἐπιστρέφει μου τὸ στόμα πρὸς αὐτήν. Καὶ δύο τούτοις συνέχομαι, μίσει προδότου, πόθῳ ∆εσπότου· νικᾷ δὲ πόθος τὸ μῖσος, μείζων ὑπάρ χων καὶ δυνατώτερος. ∆ιὸ τὸν προδότην καταλιπὼν τὸν εὐεργέτην ὑμνῶ, οὐχ ὅσον ἐστὶν ἄξιος, ἀλλ' ὅσον εἰμὶ δυνατὸς ἀνυμνῶ. Πῶς ἔκλινεν οὐρανοὺς καὶ κατ έβη πρὸς τὴν γῆν; πῶς ὁ πᾶσαν κτίσιν πληρῶν ἦλθε πρός με, γενόμενος δι' ἐμὲ, κατ' ἐμέ; πῶς ὃν ᾔδει προδότην ἐσόμενον τοῦτον ἔλαβεν μαθητὴν, καὶ τὸν πολέμιον ὡς φίλον ἐνεκελεύσατο ἀκολουθεῖν αὐτῷ; πῶς οὐκ ἔμελεν αὐτῷ περὶ τῆς προδοσίας, ἀλλὰ περὶ τῆς τοῦ προδιδόντος σωτηρίας ἐφρόντιζεν; Ὀψίας γὰρ, φησὶ, γενομένης, ἀνέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ, καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
Προεῖπεν τὴν προδοσίαν, ἵνα κωλύσῃ τὸ παρανόμημα· ἀπρόσωπον τὴν πρόῤῥησιν ἐποιή σατο μὴ δυναμένην θριαμβεῦσαι τοῦ μαθητοῦ τὴν παρανομίαν τοὺς συνανακειμένους λανθάνουσαν. Τίς ∆εσπότου τοιαύτην φιλανθρωπίαν ἐθεάσατο; Καὶ προδίδοται καὶ τὸν προδότην φιλεῖ. Τίς καταφρονεῖ ται καὶ ἐλεεῖ; πιπράσκεται καὶ λαμβάνει τὸν κακὸν ἔμπορον ὁμοτράπεζον, καὶ τοῦ ἐπιβουλεύσαντος φεί δεται; Καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. Ὡς ἄν θρωπος ἤσθιεν, καὶ ὡς Θεὸς τὸ μέλλον ἐφώνει· τὰ τῇ ἐμῇ φύσει πρέποντα μετέρχεται δι' ἐμέ. Πάντων δὲ τῶν μαθητῶν πληγέντων ὑπὸ τοῦ ῥήματος, καὶ τὰς ἑαυτῶν συνειδήσεις μαστιζόντων δεινῶς, καὶ τὸν τοῦ δείπνου καιρὸν ποιουμένων ἀθυμίας καιρὸν, ἑκάστου λέγοντος, Μήτι ἐγώ εἰμι, Κύριε; καὶ βουλομένων τῷ διὰ τῆς ἐρωτήσεως ῥήματι τὴν ἀμεριμνίαν τῆς κακῆς ὑπονοίας εὑρεῖν, θεραπεύων τὰς τῶν ἀκαίρως πληττομένων ψυχὰς ὁ Σωτὴρ, φανερὸν τὸν ἀγνοούμενον διὰ τῆς ἀποκρίσεως καθίστησιν· Ὁ ἐμβάψας μετ' ἐμοῦ, φησὶν, τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει· καὶ ὁ μὲν Υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ. Οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' ὃν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἐλεεῖ τὸν ἑαυτοῦ ἐλεεῖν μὴ ἐθέλοντα, φείδεται τοῦ μὴ φεισαμένου τῆς οἰκείας ψυχῆς.
Παρητεῖτο γυμνῶσαι τὸν ἑαυτὸν πάλαι γυμνώσαντα, κἀκείνῳ καιρὸν μετανοίας διδοὺς, καὶ τοὺς λοιποὺς μαθητὰς ἀθυμοῦντας ἰώμενος· ἀλλ' οὐδὲν ἐκ τούτων βελτίων ὁ προδότης ἐγένετο. ∆έον γὰρ ἦν αὐτῷ εὐθέως ἐξαναστῆναι τοῦ δείπνου μετ' ἐκεῖνα τὰ φρικωδέστατα ῥήματα, δέον τοὺς συμμαθητὰς παραλαβεῖν πρεσβευτὰς, δέον περιπλακῆναι τοῖς γόνασι τοῦ Σωτῆρος, καὶ τοιούτοις αὐτὸν ἐκμειλίξασθαι ῥήμασιν. Ἥμαρτον, φιλάνθρωπε, ἥμαρτον, ἠνόμησα, τοῖς ἀνθρώποις πωλήσας ὀλίγου τιμήματος τὸν ἀτίμητον μαργαρίτην, ἠνόμησα τὸν ἀδαπάνητον