1

 2

 3

 4

1

In publicanum et pharisaeum

Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος.

59.595 αʹ. Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι. Τοιαύτην μοι νόει, ἀγα πητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεο πνεύστων Γραφῶν ἀναγνώσματα. Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρ χοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμα χοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵ ματι ∆εσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα· λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγγέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις.

∆εῦρο οὖν θεωρήσωμεν τὸν ∆εσπότην Χριστὸν πᾶσαν ἀπόλαυσιν τοῖς ἑαυτοῦ χαριζόμενον δούλοις· ἐν οἷς βλέ πομεν φυγαδευόμενα πάθη, ὑποφρίττουσαν θάλασσαν, ἀνέμους ἡσυχάζοντας, ἐπιτιμώμενον θάνατον, σκυλευό μενον ᾅδην, ἐξοριζομένους τοὺς δαίμονας, ἐπιστρέφοντας ἁμαρτωλοὺς πρὸς τὸν ἴδιον ∆εσπότην. Ταῦτα γὰρ ὁ Χρι στὸς ἐν τοῖς θείοις Εὐαγγελίοις προτέθεικε τὰ χαρίσματα, ἐν οἷς τοὺς δικαίους δείκνυσιν ὑπὲρ τὸν ἥλιον λάμποντας, μέλη παρειμένων νευρούμενα, κλινηφόρους παραλύτους τρέχοντας, τελώνας λαμβάνοντας εὐαγγελιστῶν ἀξιώμα τα, λέπραν ὡς κόνιν τινασσομένην θελήματι, πυρετὸν ὑποφεύγοντα τῇ φωνῇ τοῦ ∆εσπότου, νεκροὺς ζωὴν εὐ κόλως λαμβάνοντας, τάφους ἀπολύοντας πρὸς ζωὴν, οὓς ἐκράτουν, Φαρισαίου ταπεινούμενον ὕψος, τελώνου ὑψου μένην ταπείνωσιν. Τοῖς γὰρ τοσούτοις κορεσθεῖσι καλοῖς εὔκολος λοιπὸν καὶ ἡ διὰ τῶν ψιχίων δεξίωσις. 59.596 Πέπεισμαι δὲ, ὡς μετὰ συγγνώμης συνήθως καὶ αὖθις τῶν ἡμετέρων ἐπακούσετε λόγων, τῇ πλησμονῇ τῶν προκεκηρυγμένων ἀγαθῶν τὰ τῶν ψυχῶν ταμεῖα πλη ρώσαντες.

Οὐκοῦν ἐπειδὴ καὶ ὑμεῖς σὺν εὐμενείᾳ Θεοῦ τῆς πενιχρᾶς τραπέζης ἀνέχεσθε, κἀγὼ πάλιν τῷ τῆς ὑμετέρας ἀγάπης τρόπῳ καταθαῤῥήσας, τῷ διδασκαλικῷ ζυγῷ τὸν τῆς ψυχῆς αὐχένα ὑποτέθεικα· φέρε τοίνυν τὸ ἔναγχος ἀνεγνωσμένον προθήσω ὑμῖν· πᾶσι γὰρ ὑμῖν τοῖς πλουσίοις ὁ πτωχὸς ἑστιάτωρ ἐλήλυθα, τὸ τοῦ λόγου συμπόσιον συγκιρνῶν. Ἄνθρωποι, φησὶ, δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. Φαρισαῖος ὁ κομπώδης τῆς δικαιοσύνης ἐργάτης, Φαρισαῖος ὁ θερίσας ἄωρον τῶν κατορθωμάτων τὸ λήϊον, ὁ πλέον ἀλαζονείᾳ πλουτῶν, ἢ τοῖς χρήμασιν· ὁ διακένῳ φυσήματι τινάξας τῶν ἀρετῶν τὸν καρπὸν, τῆς ὑπερηφανίας ὁ κτήτωρ, ὁ τῆς φύσεως ἁπάσης κατ ήγορος, ὁ ἀφιλάνθρωπος ἔλεγχος, ὁ ἀσυγγνώμων ὀνει διστὴς, ἡ τρικυμία τῆς τοῦ τελώνου εὐχῆς.

Καί μοι μη δεὶς τὸν λόγον ὡς φιλολοίδορον δεχέσθω· ἀλλ' αὐτῶν ἐπ ακούσας τῶν τοῦ Φαρισαίου ῥημάτων, γνωριζέτω ἀληθῆ τὰ λεγόμενα. Ὁ Θεὸς, φησὶν, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων. Πάντων ἑαυτὸν κρί νεις δικαιότερον; Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώ πων. Τί ποιεῖς, Φαρισαῖε; Μὴ τῷ κοινῷ τῆς φύσεως ὀνόματι πρόσεχε· ἄτρεπτος γέγονε καὶ ὁ φιλάνθρωπος, ἅνθρωπος· κἂν ἐκεῖνον ἐννοήσας, τῶν ἀλαζονικῶν ῥη μάτων κατάβηθι. Εἰπὲ κἂν, Ὥς τινες τῶν ἀνθρώπων, καὶ μὴ, Ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδι κοι,