1

 2

 3

 4

1

In publicanum et pharisaeum

Εἰς τὸν Τελώνην, καὶ εἰς τὸν Φαρισαῖον.

62.723 Τῆς φιλαργυρίας τὸ πάθος ἐπιθυμεῖ τὴν πλεονεξίαν· ἀλλὰ θεραπεύεται διὰ τῆς ἐλεημοσύνης, ὅταν εἰς με τάνοιαν δράμῃ. Τῆς πορνείας ὁ τρόπος καταδιώκει τὴν ἁμαρτίαν· ἀλλὰ ταύτην ἰατρεύει ὁ κλαυθμὸς τῆς μετανοίας, καὶ δείκνυσιν ἡλίου καθαρωτέραν τὴν ψυχὴν, ταῖς τῆς σωφροσύνης ἀρεταῖς ἀπαστράπτουσαν. Τῆς δὲ λῃστείας τὸ ἀπάνθρωπον, ὅταν μεταβάλῃ τὰς πράξεις τῆς μιαιφονίας, καὶ κράξῃ τῷ Χριστῷ· Μὴ στερήσῃς με, Χριστὲ, τῆς σῆς βασιλείας, εἰσέρχεται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν παράδεισον. Τῆς εἰδωλολατρείας ἡ πλάνη καὶ αὐτὴ ἔχει φάρμακον ἰάσεως, ὅταν προσδέ ξηται πιστῶς τὸν κηρυττόμενον Χριστὸν, καὶ τῆς πα ρανομίας τὴν πλάνην ἀποκηρύξῃ, καὶ τῆς εὐσεβείας τὴν χάριν ἐν αὐτῇ περιβάλῃ, διὰ τοῦ βαπτίσματος, τοῦ ἐν τρισὶ Θεοῦ ἐπικλήσεσι τὴν ἀΐδιον Τριάδα σημαίνον τος.

Τῆς μισαδελφίας ὁ βόρβορος καὶ αὐτὸς ἀποπλύνε ται, ὅταν εὐγνώμονι λογισμῷ δέξωνται τὸ εὐαγγελικὸν ἐκεῖνο λόγιον· Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τίς οὐ χαίρει τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζεσθαι τέκνον; Ὅτι ἐπλαστούργησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ διακρατεῖ τὸν κόσμον φιλανθρώπῳ νεύματι, καὶ τῷ βουλήματι αὐτοῦ εἴκει τὰ σύμπαντα, ὑπερβολῇ ἀγαθότητός τε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε τὰ ὁρώμενα, θέμενος τὸν ἄνθρωπον οἰκονό 62.724 μον τῶν αὐτοῦ κτισμάτων· ἵνα γενόμενος πιστὸς ἀπο λάβῃ τὸν μισθὸν τῶν πέντε ταλάντων, καὶ ἄρξῃ τῶν δέκα πόλεων τῶν ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένων. Εἰ δέ τις εὑρεθῇ ὀκνηρὸς ἓν τάλαντον πιστευθεὶς, κατα κρύψῃ δὲ τοῦτο, καὶ μὴ προσάγῃ τῷ δεσπότῃ διπλοῦν τὸ τίμημα, τουτέστι, σὺν τῷ αἰσθητῷ καὶ τὸν νοητὸν ἄνθρωπον, ἀλλ' ἄρξηται λέγειν· Ἐφοβήθην ὅτι ἄνθρω πος αὐστηρὸς εἶ, καὶ τὰ λοιπὰ ῥήματα τῆς ἀχαριστίας καὶ δυστροπίας· τότε ἀρθήσεται ἀπ' αὐτοῦ καὶ ὃ ἔχει, καὶ ἐκβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρός.

Ὁ γὰρ κόσμος οὗτος γυμνάσιον ἐδόθη, ὅστις ποτὲ τὸ λυπεῖσθαι παρέχει τοῖς ἀνθρώποις, ποτὲ δὲ τὸ χαίρειν. Ὁ δὲ ἐν ἀμφοτέροις τούτοις εὐχαρίστως βιώσας, πιστευθήσεται τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ ἡ τῶν πλου σίων ὑδάτων φορὰ δεξαμένη τὸ ἐπιῤῥέον, πομφόλυγας διανίστησι, καὶ αἱ μὲν αὐτῶν ἅμα τῷ γενέσθαι ἐῤῥά γησαν, αἱ δὲ πλέον ὀγκωθεῖσαι, μετέπειτα καὶ αὐταὶ ἐῤῥάγησαν· τὸν αὐτὸν τρόπον καὶ ἡ θάλασσα τοῦ βίου, τοὺς μὲν πρὸς ὀλίγον φανέντας ἐκάλυψε, τοὺς δὲ ἐπὶ πλεῖον διαρκέσαντας καὶ αὐτοὺς κατεπόντισε. ∆ιὸ τὸν λόγον ἐπαναλάβωμεν· Πᾶσα ἁμαρτίας ὑπόθεσις ταχεῖαν ἔχει τῆς ἀφέσεως τὴν χάριν, ὅταν μετάνοιαν ἔχῃ προ τρέχουσαν. Τῆς ὑπερηφανίας ἡ σηπεδὼν δυσθεράπευ τον νόσημα, μισανθρωπίας πρόσχημα, γαῦρον πτῶμα 62.725 ὕψωμα ἀφ' ἑαυτοῦ καταβαλλόμενον, φαντασία σκιώδης, κάλαμος ὑπ' ἀνέμου σαλευόμενος, καπνὸς εἰς ἀέρα ὑψούμενος καὶ εἰς οὐδὲν διαλυόμενος.

Τί νομίζεις, ἆ ἀλαζὸν, πλεῖον κεκτῆσθαι τοῦ πένητος; Οὐδέν. Μὴ σὺ μὲν ἄλλον οὐρανὸν ὁρᾷς, ἐκεῖνος δὲ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος καταφλέγεται; μὴ σὺ, ὅταν γένηται κρυμώδης ὁ ἀὴρ, σὺ μὲν ὑπὸ τοῦ ἡλίου θάλπῃ, ἐκεῖνος δὲ τῷ κρύει ψύχεται; οὐχ ὁμοίως ἀναπνεῖται τὸν ἀέρα; οὐ τὴν αὐτὴν βαδίζεται γῆν; οὐ τὸ αὐτὸ σῶμα περιβέβλη ται; οὐ μᾶλλον εὐχαριστεῖν ὀφείλεις τῷ Θεῷ τῷ σοι πιστεύσαντι τοσαῦτα, ὅσα ὁ ἐνδεὴς μετρῆσαι ἐπαρκεῖ; Λέγω σοι, ἀδελφὲ, τοῦτό σε μᾶλλον ὀφείλει προτρέπειν εἰς ταπεινοφροσύνην. Ὁ γὰρ πλούσιος μετριάζων δεί κνυσι τὸ φιλάνθρωπον· ὁ πένης γὰρ καὶ μὴ θέλων ἔχει τὴν ταπείνωσιν. Σὺ οὖν τότε δειχθήσῃ