1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

1

Quales ducendae sint uxores

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΜΑΞΙΜΟΝ Καὶ περὶ τοῦ ποίας δεῖ ἄγεσθαι γυναῖκας. 51.225 αʹ. Ὅτι μὲν ἀπελείφθην ὑμῶν τῇ παρελθούσῃ συνάξει, ἤλγησα· ὅτι δὲ πλουσιωτέρας ἀπελαύσατε τραπέζης, ἥσθην. Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα πρώην ἡμῖν ἀνέτεμε, καὶ τὰ σπέρματα κατέβαλε δαψιλεῖ γλώττῃ, καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας ἐγεώργησε τὰς ὑμετέρας ψυχάς. Εἴδετε γλῶτταν ἐκκεκαθαρμένην, ἠκούσατε λόγον ἀποτετορνευμένον, ἀπελαύσατε ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, εἴδετε πηγὴν ποταμοὺς ἀφιεῖσαν χρυσίου καθαροῦ. Λέγεταί τις ποταμὸς χρυσίου ψήγματα φέρειν τοῖς περιοικοῦσιν αὐτὸν ἀνθρώποις, οὐ τῆς φύσεως τῶν ὑδάτων τὸ χρυσίον τικτούσης, ἀλλ' ἐπειδὴ τοῦ ποταμοῦ τὰς πηγὰς ἐν μεταλλικοῖς ὄρεσι διέρχεσθαι συνέβη, δι' ἐκείνων τῶν ὀρέων ὁ ποταμὸς ῥέων καὶ τὴν χρυσῖτιν παρασύρων γῆν, θησαυρὸς τοῖς παροικοῦσι γίνεται, ἐσχεδιασμένον παρέχων τὸν πλοῦτον. Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην τὸν ποταμὸν, ὥσπερ διὰ μεταλλικῶν ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις κομίζων ψυχαῖς. Καὶ οἶδα μὲν ὅτι πτωχότερα τὰ ἡμέτερα ὑμῖν φαίνεται σήμερον. Ὁ γὰρ πενιχρᾶς ἀπολαύων τραπέζης διηνεκῶς, ἂν εὐπορωτέρας μεταξύ που τινὸς ἐπιτύχῃ, εἶτα πρὸς τὴν ἑαυτοῦ πάλιν ἐπανέλθῃ, μᾶλλον αὐτῆς κατόψεται τὴν πενίαν. Οὐ μὴν διὰ τοῦτο ὀκνηρότερον ἀποδύσομαι. Ἴστε γὰρ, Παύλῳ μαθητευθέντες, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, καὶ τοὺς πλουσίους θαυμάζειν, καὶ τοὺς πένητας μὴ διαπτύειν. Καὶ καθάπερ οἱ φίλοινοι καὶ οἱ φιλοπόται ἀσπάζονται μὲν τὸν ἀμείνω οἶνον, οὐ μὴν δὲ τοῦ καταδεεστέρου καταφρονοῦσιν· οὕτω δὴ καὶ ὑμεῖς περὶ τὴν τῶν θείων λογίων ἀκρόασιν μεμηνότες, ἀποδέχεσθε μὲν τοὺς σοφωτέρους τῶν διδασκάλων, καὶ τοῖς εὐτελεστέροις δὲ οὐ τὴν τυχοῦσαν παρέχετε σπουδὴν καὶ προθυμίαν. Οἱ μὲν γὰρ χαῦνοι καὶ διαλελυμένοι, καὶ πρὸς τὴν πολυτελεστέραν ναυτιῶσι τράπεζαν· οἱ δὲ διεγηγερμένοι καὶ νήφοντες, καὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ πρὸς τὴν πενεστέραν μετὰ πολλῆς τρέχουσι προθυμίας. Καὶ ὅτι οὐ κολακεία τὰ ῥήματα, ἀπὸ τῆς πρώην ὑμῖν διαλέξεως γενομένης τοῦτο ἐδείξατε μάλιστα. Ἐπειδὴ γὰρ πολλοὺς περὶ γάμων λόγους ἐποιούμεθα πρὸς ὑμᾶς, δεικνύντες ὅτι μοιχεία τις ἀπηρτισμένη τὸ ἐκβάλλειν γυναῖκας, ἢ ἐκβεβλημένας λαμβάνειν, ζώντων ἔτι τῶν προτέρων ἀνδρῶν, καὶ τὸν τοῦ Χριστοῦ νόμον ἀναγινώσκοντες τὸν λέγοντα, ὅτι Ὃ ἀπολελυμένην γαμήσας μοιχᾶται, καὶ ὁ ἀπολύων γυναῖκα, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, πολλοὺς εἶδον κάτω κύπτοντας, τὸ πρόσωπον τύπτοντας, καὶ οὐδὲ ἀνανεῦσαι δυναμένους· τότε δὴ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας εἶπον· Εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκ εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν, ἀλλ' ἐπιλαμβάνεται τῆς διανοίας τῶν ἀκουόντων τὰ λεγόμενα μετὰ πολλῆς τῆς σφο 51.226 δρότητος. Ἄμεινον μὲν γὰρ μηδ' ὅλως ἁμαρτεῖν· οὐ μικρὸν δὲ εἰς σωτηρίας λόγον, κατοδυνηθῆναι, καὶ καταγνῶναι τὸν ἁμαρτάνοντα τῆς ἑαυτοῦ ψυχῆς, καὶ μαστίξαι τὸ συνειδὸς μετὰ πολλῆς τῆς ἀκριβείας· ἡ γὰρ τοιαύτη κατάγνωσις δικαιοσύνης ἐστὶ μέρος, καὶ ὅλως ἐπὶ τὸ μηκέτι ἁμαρτάνειν ἄγουσα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος λυπήσας τοὺς ἡμαρτηκότας ἔχαιρεν, οὐχ ὅτι ἐλύπησεν, ἀλλ' ὅτι τῇ λύπῃ διώρθωσεν. Ἐχάρην γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Εἴτε γὰρ ὑπὲρ