2
θάλασσαν. Ἵππον καὶ ἀναβάτην· ἵππον μὲν τὴν θηλυμανῆ ἁμαρτίαν, ἀναβάτην δὲ τὸν ἐπὶ τῇ ἁμαρτίᾳ καθήμενον δαίμονα ἐν τῷ βαπτίσματι τοῦ λουτροῦ κατεπόντισεν. Ἄσωμεν οὖν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· τὸν γὰρ Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν, τουτέστιν τὸν διάβολον καὶ τὸ σκοτεινὸν καὶ ἐναγὲς τῶν δαιμόνων αὐτοῦ στρατόπεδον ἐν τῷ λουτρῷ τοῦ βαπτίσματος ἐθαλάσσωσεν. Οὐκέτι φοβοῦμαι ἀκούειν· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ· ἐν γὰρ τῷ βαπτίσματι τὴν γῆν ἀπεθέμην καὶ οὐρανὸν ἐνεδυσάμην καὶ ἀκούω· οὐρανὸς εἶ καὶ εἰς οὐρανοὺς ἀπελεύσῃ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε, καί· οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. ∆εῖ ἡμᾶς νεφέλαις ἐπιβῆναι καὶ εἰς οὐρανοὺς ἀναδραμεῖν· οὐκ ἀμάρτυρος ὁ λόγος, ἄκουε τοῦ Παύλου λέγοντος· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. ∆ιὸ καθὼς ἠκούσαμεν ἀρτίως τοῦ ψαλμῳδοῦ ἡμῖν παραινοῦντος καὶ λέγον τος· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐ φρανθῶμεν ἐν αὐτῇ. Ἀγαλλιασώμεθα οὖν οὐ μέθῃ καὶ κραιπάλῃ σκοτούμενοι, αὕτη γὰρ οὐκ ἂν εἴη εὐφροσύνη ἀλλὰ ἀφροσύνη καὶ σκοτομήνη καρδίας. Ἀγαλλιασώμεθα σκιρτῶντες τῷ πνεύματι, ἀγαλλιασώμεθα ἀγάπῃ ἑστιώμενοι, ἐλπίδι χαίροντες. Εἰ δὲ δεῖ καὶ ἑτέραν ἐννοεῖν εὐφροσύνην καρδίας, τὸν οὐράνιον ἄρτον καθαραῖς παλάμαις ὑποδεξάμενοι τῇ ψυχῇ παραπέμψωμεν ζωῆς αἰωνίου ἐφόδιον ὄντα· καθαραῖς παλάμαις ὑποδεξάμενοι λέγω δέ, οὐχ ὕδατι κοινῷ πεπλυμέναις, ἀλλ' εὐποιΐαις λαμπρυνομέναις. Καὶ τὸ θεῖον καὶ οὐράνιον κρᾶμα ῥοδοείδεσι χείλεσιν ἀρυσώμεθα, οὐ φοίνικί τινι ἐρυθαίνοντες, ἀλλὰ τῷ αἵματι Ἰησοῦ Χριστοῦ πορφυρίζοντες. Ὦ μεγάλης ὡς ἀληθῶς καὶ ἀγαθῆς ἡμέρας, ἐν ᾗ ὁ ἀμνὸς σφαγιάζεται καὶ ὁ κόσμος ἀγοράζεται καὶ ὁ ποιμὴν ἡμῶν ζῇ· Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ποιμὴν ὁ καλός. Ὦ μυστηρίου καινοῦ καὶ θαύματος παραδόξου! Σταυρὸς ἔστη καὶ Χριστὸς ἐφηπλώθη καὶ θάνατος ἄδικος ἦν τὸ φαινόμενον καὶ θάλαμος ἅγιος ἦν τὸ γινόμενον, σταυρὸς ἦν τὸ φαινόμενον καὶ παστὸς ἦν τὸ τελούμε νον· χθὲς ἀνέστη παστὸς καὶ σήμερον ἐτέχθη λαός. Ὦ θάνατος Χριστοῦ, θανάτου θάνατος καὶ γλυκεῖαν ζωὴν ἐν τῷ πικροτάτῳ θανάτῳ πηγάζων! Ὦ μυστηρίου Ἀβραμιαίου ἐν Χριστῷ τελουμένου! Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον συνεποδίζετο καὶ ἀμνὸς ἀντ' αὐτοῦ ἐσφάζετο, καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐπὶ σταυροῦ ἀνεφέρετο καὶ τῇ σαρκὶ ὑπὲρ ἡμῶν ἐσταυροῦτο καὶ πάσχουσα ἡ σὰρξ ἡ θεότης οὐκ ἔπασχεν. Ἔστη τὸ ἱστίον τοῦ σταυροῦ ἐν τῷ πλοίῳ τοῦ κόσμου καὶ ὁ κόσμος ἀναυάγητος ἔμεινεν· τούτῳ τῷ ἱστίῳ τοῦ σταυροῦ ὁ πλέων ναυάγιον θανάτου οὐκ οἶδεν, ἀλλὰ εἰς οὐρανοὺς ἀναπλέει. Οὐκέτι Εὔα φοβεῖται τὸν ὀνειδισμὸν τοῦ Ἀδάμ, ἐν γὰρ Μαρίᾳ τὸ ταύτης πταῖσμα ἀνασέσωσται· οὐκέτι Ἀδὰμ φοβεῖται τὸν ὄφιν, Χριστὸς γὰρ συνέτριψεν τὴν κεφαλὴν τοῦ δράκοντος· Σὺ γάρ, φησίν, συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, τουτέστιν ἐπὶ τοῦ βαπτίσματος. Οὐκέτι πενθῶ, οὐκέτι κλαίω λέγων· Ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν· ἐλθὼν γὰρ ὁ Χριστὸς τὴν ἄκανθαν τῶν ἁμαρτιῶν ἡμῶν ἐκριζώσας τῇ ἑαυτοῦ κεφαλῇ ἐπέθηκεν. Λέλυταί μου ἡ ἀρχαία λύπη, λέλυται ἡ παλαιὰ ἀρὰ ἡ λέγουσα· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ· ἐξηράνθησαν γὰρ αἱ ἄκανθαι, ἐξεριζώθη ὁ τρίβολος καὶ τρίπλοκος στέφανος τῇ κεφαλῇ μου ἐπετέθη. Τίς Ἰουδαίων καὶ Ἑλλήνων πιστεύει ὅτι ξύλον ἔστη καὶ ζωὴν ἐξήνθησεν; καὶ καθ' ἑκάστην ἡμέραν ὑπὸ πιστῶν τρυγᾶται καὶ ὁ καρπὸς ἀδαπάνητος μένει· καὶ πᾶσα φυλὴ καὶ πᾶν ἔθνος πιστῶν ἐπὶ τοῦτο τὸ δένδρον βήματι ψυχῆς ἀναβαίνει καὶ τὸν κόλπον τῆς διανοίας ἀθανάτου καρποῦ πληροῖ, καὶ πάντας βαστάζει τὸ δένδρον καὶ πάντας χορτάζει καὶ σφραγίζει καὶ πλουτίζει καὶ μετὰ ταῦτα εἰς οὐρανοὺς ἀκοντίζει. Τί γὰρ δι' ἡμᾶς οὐχ ὑπέμεινεν κληθῆναι Χριστός; Οὐ δυνάμεθα ἐξαριθμήσασθαι αὐτοῦ τὰ ὀνόματα,