1

 2

2

τινα ἀπευλογίαν γενέσθαι ἀκαίρως, αὐτὸς γενέσθω ἀπευλογίας. μδʹ Εἴ τις εὑρεθῇ λαλῶν εἰς τὰ κέλλια, ἐκτὸς τῶν ἐνοικούντων αὐτὰ, ἢ τῶν ἡσυχαστῶν, γενέσθω ἀπευλογίας. μεʹ Εἴ τις εὐτράπελα λαλῶν ἢ ἀργολογῶν, γενέσθω ἀπευλογίας. μʹ Εἴ τις εὑρεθῇ καταλαλῶν τινος, ἢ ἀκούων κα ταλαλούντων τινῶν, καὶ μὴ ἐπιτιμῶν αὐτῷ, ἢ μηνύων τῷ ἀρχιμανδρίτῃ, σὺν αὐτῷ ἀφοριζέ σθω. μζʹ Εἴ τις εὑρεθῇ εἰς τὸν κῆπον λαλῶν μετά τινος, ἢ δευτερῶν ψαλμοὺς, ἢ κοιμώμενος, ἐκτὸς τῶν ἐργαζομένων, ἢ τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας. δὲ εἰς τὸ φρούριον ἐξέλθοι, ἀφοριζέσθω. μθʹ Εἴ τις διδοῖ ἔξω τι, ἢ λαμβάνει, παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, ἀφοριζέσθω.

νʹ Εἴ τις συντυχὼν ὁμιλήσει τινὶ τῶν ὑποστρε φόντων ξένων, πλὴν τοῦ δοῦναι τὴν εἰρήνην, ἐκτὸς 31.1313 τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας. ναʹ Εἴ τις ὀχλεῖ τῷ ἀρχιμανδρίτῃ προφάσει τῆς ἐφημερίας, πλὴν τοῦ κελλαρίου, ἢ τοῦ ἀρχιεβδο μαρίου, γενέσθω ἀπευλογίας· ἵνα ἑκάστης ἐφημε ρίας ὁ ἀρχιεβδομάριος καὶ ὁ φροντιστὴς περὶ πά σης χρείας φροντίζωσιν ἐπιμελῶς, ἵνα μὴ τῷ κρί ματι τῆς ἀμελείας συμπέσωσιν. νβʹ Εἴ τις ἀκαίρως ἔρχεται εἰς τὸ ἑψητήριον ἢ εἰς τὸ κελλάριον ἐκτὸς τῶν ἐντετυπωμένων καὶ τῶν φροντιζόντων τῆς εὐταξίας, γενέσθω ἀπευλογίας. νγʹ Εἴ τις ἐξυπνισθεὶς παρά τινος λυπηθῇ ἐν τῷ καιρῷ τῆς ὑπηρεσίας ἢ τοῦ ἀναγνώσματος, ἀφ οριζέσθω. νδʹ Εἴ τις περισσῶς μετὰ τὴν ἐπίσκεψιν τὴν μετὰ τὰ ὀρθρινὰ εἰσέρχεται εἰς τὸ νοσοκομεῖον, ἐκτὸς τῶν ἡσυχαστῶν καὶ τὴν φροντίδα ἐγκεχειρισμένων, γενέσθω ἀπευλογίας. νεʹ Εἴ τις παρὰ γνώμην τοῦ νοσοκόμου εἰσελθὼν ἀναπαύει εἰς τὸ νοσοκομεῖον, γενέσθω ἀπευ λογίας· εἰ δὲ θλίβεται ἢ ἀῤῥωστεῖ, δηλούτω πρῶ τον τῷ νοσοκόμῳ. νʹ Εἴ τις τῶν κακουμένων ἀλλάσσει τόπον, ὅπου κοιμᾶται, παρὰ γνώμην τοῦ νοσοκόμου, ἀφοριζέ σθω. νζʹ Εἴ τις τῶν τετυπωμένων ὑπηρετῶν ἐν τῷ νοσοκομείῳ παρατιθεῖ τι ἀδελφῷ παρὰ γνώμην τοῦ νοσοκόμου, γενέσθω ἀπευλογίας. νηʹ Εἴ τις τῶν ἀῤῥώστων εὑρεθῇ καταλλάσσων παρὰ γνώμην τοῦ νοσοκόμου, ἤ τινος τῶν ὑπηρετούντων, γενέσθω ἀπευλογίας. νθʹ Εἴ τίς εὑρεθῇ, ἐκτὸς τοῦ ἀρχιμανδρίτου, γράφων τινὶ ἢ δεχόμενος γράμματα, ἔστω ἀφωρισμένος.

ξʹ Εἴ τις πέμπει τινὶ εὐλογίαν, ἢ δέχεται τι ποτε, παρεκτὸς τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλο γίας.