2
Πρόσκειται καὶ ὁ πατὴρ, ὥστε σε γνῶναι, ὅτι σοφὸς ἦν ὁ Σολομὼν ἐκ σοφοῦ καὶ προφήτου πατρὸς, ἐκ βρέφους τὰ ἱερὰ γράμματα πεπαιδευμένος, καὶ οὐχὶ κλήρῳ τὴν ἀρχὴν λαχὼν, οὐδ' εἰς οὐδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν εἰσβιασάμενος, ἀλλὰ κρίσει δικαίᾳ πατρὸς, καὶ ψήφῳ Θεοῦ τὰ πατρῷα σκῆπτρα παραλαβών. Οὗτος βασιλεὺς ἐγένετο τῆς Ἱερουσαλήμ. Οὐδὲ τοῦτο ἀργόν· μάλιστα μὲν πρὸς τὴν τῶν ὁμωνυμιῶν διάκρισιν, ἔπειτα δὲ καὶ διὰ τὴν κατασκευὴν τοῦ πολυθρυλλήτου ναοῦ· ἵνα γνωρίσῃς αὐτοῦ τὸν δημιουργὸν, καὶ πάσης τῆς κατὰ τὴν πόλιν οἰκονομίας καὶ τῶν θεσμῶν καὶ τῆς εὐταξίας τὸν αἴτιον. Μέγα δὲ συμβάλλεται πρὸς τὴν τῶν παραινέσεων παραδοχὴν καὶ τὸ βασιλέα εἶναι τὸν συγγραφέα τοῦ λόγου. Εἰ γὰρ βασιλεία ἐστὶν ἔννομος ἐπιστασία, δῆλον, ὅτι αἱ παρὰ βασιλέως διδόμεναι ὑποθῆκαι, τοῦ γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίου, πολὺ τὸ νόμιμον ἔχουσι, τὸ κοινῇ πᾶσι λυσιτελὲς σκοποῦσαι, καὶ οὐχὶ πρὸς τὸν σκοπὸν τῆς ἰδίας ὠφελείας συντεταγμέναι. Τοῦτο γὰρ διαφέρει τύραννος βασιλέως, ὅτι ὁ μὲν τὸ ἑαυτοῦ πανταχόθεν σκοπεῖ, ὁ δὲ τὸ τοῖς ἀρχομένοις ὠφέλιμον ἐκπορίζει. Ἀπαριθμεῖται δὲ καὶ τὰ ἐκ τῆς βίβλου χρήσιμα, τίνα καὶ πόσα τοῖς διδασκομένοις προσγίνεται. Καὶ πρῶτον ἐκ τῶν Παροιμιῶν ἐστι γνῶναι σοφίαν καὶ παιδείαν. Ἔστι δὲ σοφία ἐπιστήμη θείων τε καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτοις αἰτιῶν. Ὁ οὖν ἐπιτετευγμένως θεολογῶν ἔγνω σοφίαν, ὡς καὶ ὁ μακάριος Παῦλος λέγει· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων. Καὶ ὁ ἐκ τῆς τοῦ κόσμου δὲ κατασκευῆς τὸν δημιουργὸν ἐννοῶν, 31.392 ἔγνω καὶ αὐτὸς διὰ τῆς τοῦ κόσμου σοφίας τὸν Θεόν. Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Προσβιβάζει δὲ ἡμᾶς τῇ περὶ Θεοῦ ἐννοίᾳ, δι' ὧν φησιν· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· καὶ τὸ, Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· καὶ τὸ, Ἤμην παρ' αὐτῷ ἁρμόζουσα· κἀγὼ ἤμην, ᾗ προσέχαιρε. Ταῦτα γὰρ πάντα, προσωποποιήσας ἡμῖν τὴν σοφίαν, ὑπὲρ τοῦ ἐναργῶς αὐτῆς παραστῆσαι τὴν γνῶσιν, ἀπ' αὐτῆς διαλέγεται. Καὶ ὅλως τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς ἐμφαινομένης σοφίας τῷ κόσμῳ φησὶ, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι παρὰ Θεοῦ γέγονε, καὶ οὐκ αὐτομάτως ἡ τοσαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν ἐμπρέπει
. Ὡς γὰρ Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν τῶν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα (διηγοῦνται δὲ ἄνευ φωνῆς)· οὐ γάρ εἰσι λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν· οὕτως εἰσί τινες καὶ σοφίας λόγοι τῆς ἀρχεγόνου, τῆς πρὸ τῶν ἄλλων ἐν τῇ δημιουργίᾳ συγκαταβληθείσης τῇ κτίσει. Αὕτη σιωπῶσα βοᾷ τὸν ἑαυτῆς κτίστην καὶ Κύριον, ἵνα δι' αὐτῆς ἀναδράμῃς ἐπὶ τὴν ἔννοιαν τοῦ μόνου σοφοῦ. Ἔστι δέ τις καὶ ἀνθρωπίνη σοφία· ἡ ἐμπειρία τῶν κατὰ τὸν βίον πραγμάτων, καθ' ἣν σοφοὺς λέγομεν τοὺς καθ' ἑκάστην τῶν ὠφελίμων τεχνῶν ἐπιστήμονας. ∆ιόπερ καὶ τὸ πολὺ τῆς βίβλου ἐν τῇ περὶ τῆς σοφίας προτροπῇ τῷ συγγραφεῖ κατανάλωται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει· ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται. Ὁρῶν γὰρ τὸ φιλότιμον τῶν ἀνθρώπων, καὶ ὅτι πάντες φυσικῶς τὸ περιφανὲς αὐτῆς ἀσπαζόμεθα, διὰ τῶν ἐπαίνων τῆς σοφίας ἐπεγείρει τὰς ψυχὰς πρὸς τὸ μὴ νωθρῶς μηδὲ παρέργως αὐτῆς ἀντιποιεῖσθαι. Πανταχοῦ αὐτῆς πολὺν εἶναι τὸν λόγον φησὶν, ἐν ὁδοῖς, ἐν ἀγοραῖς, ἐν τοῖς ὀχυρώμασι τῆς πόλεως. ∆ιὰ τοῦτο πύλας λέγει καὶ πλατείας καὶ τείχη, διὰ μὲν τῶν ἐξόδων καὶ τῶν πλατειῶν τὸ περιφανὲς αὐτῆς ὑποφαίνων, διὰ δὲ τῶν τειχῶν τὸ ἀπ' αὐτῆς ὠφέλιμον, καὶ πρὸς πᾶσαν ἀσφάλειαν τοῦ βίου αὔταρκες. Καὶ βουλόμενος ἡμᾶς αὐτῇ προσοικειῶσαι· Εἶπον, φησὶ, τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι· καὶ πάλιν·