1

 2

 3

 4

 5

 6

2

δειλὸν ἀποδείκνυσι, τὸν σώφρονα ἀσελγῆ· δικαιοσύνην οὐκ οἶδε, φρόνησιν ἀναιρεῖ. Ὥσπερ γὰρ ὕδωρ πολέμιόν ἐστι πυρὶ, οὕ τως ἀμετρία οἴνου λογισμὸν κατασβέννυσι. ∆ιό περ ὤκνουν τι λέγειν κατὰ μέθης, οὐχ ὡς περὶ μι κροῦ τινος κακοῦ ἢ παροφθῆναι ἀξίου, ἀλλ' ὡς οὐδὲν ὄφελος παρεχομένου τοῦ λόγου. Εἰ γὰρ ὁ μεθύων παραφρονεῖ καὶ ἐσκότωται, εἰκῆ ῥαψῳδεῖ ὁ ἐπιπλήτ των τῷ μὴ ἀκούοντι. Τίσιν οὖν διαλεχθῶμεν; εἴπερ ὁ μὲν χρῄζων τῆς παραινέσεως οὐκ ἀκούει τῶν λεγο μένων· ὁ δὲ σωφρονῶν καὶ νήφων οὐ δεῖται τῆς ἐκ τοῦ λόγου βοηθείας, καθαρεύων τοῦ πάθους. Τί οὖν χρήσομαι τοῖς παροῦσιν, εἰ καὶ ὁ λόγος ἄχρη στος, καὶ ἡ σιωπὴ ἄπορος; Παρίδωμεν τὴν ἐπιμέ λειαν; Ἀλλ' ἐπικίνδυνος ἡ ἀμέλεια. Ἀλλὰ φθέγξομαί τι κατὰ τῶν μεθυόντων; Ἀλλ' εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν. Μήποτε οὖν, ὡς ἐπὶ τῶν λοιμικῶν νοση μάτων οἱ τῶν σωμάτων θεραπευταὶ τοὺς μὲν ὑγιαί νοντας τοῖς προφυλακτικοῖς βοηθήμασιν ἀσφαλίζον ται, τοῖς δὲ κεκρατημένοις ὑπὸ τοῦ πάθους οὐκ ἐγχειροῦσιν· οὕτω καὶ ὑμῖν ἐξ ἡμισείας ἔχει ὁ λόγος τὸ χρήσιμον· φυλακὴν ὑποδεικνὺς τοῖς ἀπα θέσιν, οὐκ ἀπαλλαγὴν καὶ ἴασιν τοῖς ὑπὸ τοῦ πάθους κεκρατημένοις. Τίνι διενήνοχας τῶν ἀλόγων, ὦ ἄνθρωπε; Οὐ τῇ δωρεᾷ τοῦ λόγου, ἣν λαβὼν παρὰ τοῦ κτίσαντός σε, ἄρχων καὶ κύριος ἐγένου πάσης τῆς κτίσεως; Ὁ τοίνυν ἀφελόμενος ἑαυτοῦ τὴν φρόνησιν διὰ τῆς μέ θης, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.

Μᾶλλον δὲ καὶ τῶν βοσκημά των φαίην ἂν ἔγωγε ἀλογωτέρους εἶναι τοὺς ἐν τῇ μέθῃ· εἴπερ τὰ μὲν τετράποδα πάντα καὶ τὰ θηρία τεταγμένας ἔχει τὰς πρὸς τὴν μίξιν ὁρμὰς, οἱ δὲ ὑπὸ τῆς μέθης τὴν ψυχὴν κατεχόμενοι, καὶ τὸ σῶμα τῆς παρὰ φύσιν θερμότητος ἀναπλήσαντες, πάντα καιρὸν καὶ πᾶσαν ὥραν πρὸς τὰς ἀκαθάρτους καὶ ἀσχήμονας συμπλοκὰς καὶ ἡδονὰς συνελαύνον ται. Καὶ οὐ τοῦτο μόνον τὴν ἀλογίαν αὐτοῖς ἐμποιεῖ, 31.449 ἀλλὰ καὶ ἡ τῶν αἰσθήσεων παρατροπὴ χείρονα παν τὸς κτήνους ἀποδείκνυσι τὸν μεθύοντα. Ποῖον γὰρ βόσκημα οὕτω παραβλέπει καὶ οὕτω παρακούει ὡς ὁ μεθύων; Οὐκ ἀγνοοῦσι μὲν τοὺς οἰκειοτάτους, προστρέχουσι δὲ πολλάκις τοῖς ἀλλοτρίοις ὡς τοῖς συνήθεσιν; Οὐ τὰς σκιὰς διαπηδῶσι πολλάκις ὡς ὀχετοὺς ἢ φάραγγας; Ἤχων δὲ αὐτοῖς καὶ ψό φων, οἱονεὶ θαλάσσης κυμαινούσης, τὰ ὦτα πεπλή ρωται· ἡ δὲ γῆ πρὸς τὸ ὄρθιον διανίστασθαι δοκεῖ, καὶ τὰ ὄρη περιτρέχειν ἐν κύκλῳ. Οὗτοι ποτὲ μὲν γελῶσιν ἄπαυστα, ποτὲ δὲ ὀδυνῶνται καὶ κλαίουσιν ἀπαρηγόρητα. Καὶ νῦν μὲν θρασεῖς εἰσι καὶ ἀπτόη τοι, νῦν δὲ κατάφοβοι καὶ δειλοί. Τούτοις ὕπνοι μὲν βαρεῖς καὶ δυσανάφοροι καὶ πνιγώδεις, καὶ τῷ ὄντι θανάτου γείτονες, αἱ δὲ γρηγορήσεις τῶν ὕπνων ἀναισθητότεραι. Ἐνύπνιον γὰρ αὐτοῖς ἐστιν ὁ βίος, οἵ γε, ἱμάτιον οὐκ ἔχοντες, οὐδὲ τί φάγωσιν εἰς τὴν αὔριον, βασιλεύουσι καὶ στρατοπέδων ἄρχου σιν ἐν τῇ μέθῃ, καὶ πόλεις οἰκοδομοῦσι, καὶ χρή ματα διανέμουσι. Τοιούτων φαντασιῶν καὶ ἀπάτης τοσαύτης περιζέων ὁ οἶνος τὰς καρδίας αὐτῶν πλη ροῖ. Ἕτεροι δὲ εἰς τὰ ἐναντία περιάγονται πάθη. ∆υσέλπιδές εἰσι, καὶ κατηφεῖς, καὶ ὀδυνηροὶ, καὶ δακρυώδεις, καὶ ψοφοδεεῖς, καὶ εὐπτόητοι. Ὁ αὐτὸς οἶνος ἐν διαφόροις σωμάτων ἕξεσι διάφορα τὰ πάθη ταῖς ψυχαῖς ἐργαζόμενος. Οἷς μὲν γὰρ ἂν διάχυσιν τοῦ αἵματος ἐμποιήσας πρὸς τὴν ἐπιφάνειαν ἐξαν θήσῃ, φαιδροὺς καὶ ἡδεῖς καὶ γεγανωμένους αὐτοὺς ἀποδείκνυσιν· ὧν δ' ἂν ὑπὸ τοῦ βάρους καταπιλήσῃ τὴν ἕξιν, συστέλλων αὐτῶν καὶ καταπιέζων τὸ αἷμα, πρὸς τὴν ἐναντίαν αὐτοὺς περιάγει διάθεσιν. Καὶ τί δεῖ λέγειν τῶν λοιπῶν παθῶν τὸν ὄχλον; τὰς δυσκο λίας τοῦ ἤθους; τὸ εὐπαρόξυντον; τὸ μεμψίμοιρον; τὸ ὀξύῤῥοπον τῆς ψυχῆς; τὴν κραυγήν; τὸν θόρυβον; τὸ πρὸς πᾶσαν ἀπάτην εὐπαράγωγον; τὸ πρὸς τὰς ὀργὰς ἀταμίευτον; Ἡ δὲ πρὸς τὰς ἡδονὰς ἀκρασία ἄντικρυς ὥσπερ ἐκ πηγῆς τοῦ οἴνου φέρεται, καὶ συνεισπίπτει τῷ ἀκράτῳ τῆς ἀσελγείας ἡ νόσος, πᾶσαν βοσκημάτων μανίαν ἐπὶ τὸ θῆλυ δευτέραν τῆς τῶν