1

 2

 3

 4

2

σοφίας ὁ φόβος τοῦ Κυρίου· ἀλλὰ ταύτης τῆς ἀρχῆς ἐστί τι πρεσβύτε ρον, ἡ κατάστασις τῆς ψυχῆς, τοῦ μήπω σοφισθέντος καὶ τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότος. Ἀρχαὶ λέ γονται καὶ αἱ πολιτικαὶ δυναστεῖαι, αἱ τῶν ἀξιωμά των ὑπεροχαί. Ἀλλ' αὗται αἱ ἀρχαὶ, τινῶν εἰσιν ἀρχαὶ, καὶ πρός τι ἑκάστη

. Ἀρχὴ γὰρ τῆς γραμμῆς 31.476 τὸ σημεῖον· καὶ ἀρχὴ τῆς ἐπιφανείας ἡ

γραμμή· καὶ ἀρχὴ τοῦ σώματος ἡ ἐπιφάνεια· καὶ τοῦ κατὰ σύνθεσιν λόγου ἀρχαὶ τὰ στοιχεῖα. Οὐ μὴν κἀκείνη τοιαύτη ἡ ἀρχή. Οὐδενὶ γὰρ προσδέδεται· οὐδενὶ δουλεύει· μετ' οὐδενὸς θεωρεῖ ται· ἀλλ' ἐλευθέρα ἐστίν· ἀδέσποτος, λελυμένη τῆς πρὸς ἕτερον σχέσεως· ἀνυπέρβατος διανοίᾳ, ἣν οὐκ ἔστιν ὑπερβῆναι τοῖς λογισμοῖς, ἧς οὐκ ἔστιν ἐξευρεῖν τὰ ἐπέκεινα. Ἐὰν γὰρ φιλονεικήσῃς τῇ φαν τασίᾳ τοῦ νοῦ παραδραμεῖν τὴν ἀρχὴν, εὑρήσεις αὐτὴν προτρέχουσάν σου, καὶ προαπαντῶσαν τοῖς λο γισμοῖς. Ἄφες σεαυτοῦ τὸν νοῦν δραμεῖν ὅσον βού λεται, καὶ διαταθῆναι ἐπὶ τὰ ἄνω· εἶτα εὑρήσεις αὐτὸν μυρία πλανηθέντα, καὶ πολλὰ κενεμβατήσαντα, καὶ πάλιν ἐπανιόντα πρὸς ἑαυτὸν, διὰ τὸ μὴ δύνα σθαι κατωτέραν ἑαυτοῦ τὴν ἀρχὴν ποιῆσαι. ∆ιότι ἀεὶ τοῦ νοουμένου ἐξωτέρα καὶ πλείων εὑρίσκεται ἡ ἀρχή. Ἐν ἀρχῇ τοίνυν ἦν ὁ Λόγος. Ὢ τοῦ θαύματος! Πῶς πᾶσαι ἀλλήλαις ὁμοτίμως αἱ φωναὶ συν εζεύχθησαν! Τὸ, Ἦν, ἴσον δύναται τοῦ, Ἐν ἀρχῇ. Ποῦ ὁ βλάσφημος; ποῦ ἡ χριστομάχος γλῶττα; ἡ λέγουσα, Ἦν ποτε, ὅτε οὐκ ἦν; Ἄκουε τοῦ Εὐαγ-γελίου, Ἐν ἀρχῇ ἦν. Εἰ δὲ ἐν ἀρχῇ ἦν, πότε οὐκ ἦν; Τὴν ἀσέβειαν αὐτῶν στενάξω, ἢ τὴν ἀμα θίαν βδελύξομαι; Ἀλλὰ πρὸ τοῦ γεννηθῆναι, οὐκ ἦν. Οἶδας γὰρ πότε ἐγεννήθη, ἵνα τὸ πρὶν δυνηθῇς ἐπ ενεγκεῖν τῷ χρόνῳ; Τὸ γὰρ, Πρὸ τοῦ, χρονική ἐστι φωνὴ, ἕτερον ἑτέρου προτιθεῖσα εἰς παλαιότητα. Τὸν δὲ τοῦ χρόνου ποιητὴν πῶς εὔλογον ταῖς χρονικαῖς προσηγορίαις ὑποκειμένην ἔχειν τὴν γέν νησιν; Ἐν ἀρχῇ τοίνυν ἦν. Ἐὰν μὴ ἀποστῇς τοῦ Ἦν, οὐδεμίαν παρείσδυσιν δώσεις τῇ πονηρᾷ βλασφη μίᾳ. Ὥσπερ γὰρ οἱ θαλαττεύοντες, ὅταν ἐπὶ δύο σαλεύωσιν ἀγκυρῶν, καταφρονοῦσι τοῦ κλύδωνος· οὕτω καὶ σὺ τῆς πονηρᾶς ταύτης ταραχῆς, τῆς ἐκ τῶν πνευμάτων τῆς πονηρίας ἐγγινομένης τῷ βίῳ, καὶ διασαλευούσης τῶν πολλῶν τὴν πίστιν, καταγε λάσῃ, ἐὰν τῇ ἀσφαλείᾳ τῶν ῥημάτων τούτων τὴν ψυχὴν ἔχῃς ἐνορμισθεῖσαν. Ἐπιζητεῖ δὲ ἡμῶν ἡ διάνοια, τίς ἦν ἐν ἀρχῇ; Ὁ Λόγος, φησί. Ποῖος λόγος; ὁ ἀνθρώπινος λόγος; ἀλλ' ὁ τῶν ἀγγέλων λόγος;

Καὶ γὰρ ᾐνίξατο ἡμῖν ὁ Ἀπόστολος, ὡς καὶ τῶν ἀγγέλων ἰδίαν ἐχόντων 31.477 γλῶσσαν, εἰπών· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώ πων λαλῶ καὶ τῶν ἀγγέλων. Ἀλλὰ καὶ τοῦ λόγου διπλῆ τίς ἐστιν ἔννοια. Ὁ μὲν γάρ τίς ἐστιν ὁ διὰ τῆς φωνῆς προφερόμενος, οὗτος ὁ μετὰ τὸ προενεχθῆναι τῷ ἀέρι ἐναπολλύμενος· ὁ δέ τίς ἐστιν ὁ ἐνδιάθετος, ἐνυπάρχων ἡμῶν ταῖς καρδίαις· ὁ ἐν νοηματικός. Καὶ ἄλλος, ὁ τεχνικὸς λόγος. Ὅρα μή ποτέ σε παρακρούσηται τὸ ὁμώνυμον τῆς φωνῆς. Πῶς γὰρ ἦν ἐν ἀρχῇ ὁ ἀνθρώπινος λόγος, τοῦ ἀνθρώ που κάτω που λαβόντος τὴν ἀρχὴν τῆς γενέσεως; Πρὸ ἀνθρώπου θηρία· πρὸ ἀνθρώπου κτήνη, τὰ ἑρ πετὰ πάντα· ὅσα χερσαῖα, καὶ ὅσα ἔνυδρα, πετεινὰ τοῦ οὐρανοῦ, ἀστέρες, ἥλιος, σελήνη, βοτάναι, σπέρ ματα, γῆ, θάλαττα, οὐρανός. Οὐ τοίνυν ἐν ἀρχῇ ἦν ὁ ἀνθρώπινος λόγος, ἀλλ' οὐδὲ ὁ τῶν ἀγγέλων. Πᾶσα γὰρ ἡ κτίσις κατωτέρα τῶν αἰώνων ἐστὶ, τὴν ἀρχὴν τοῦ εἶναι λαβοῦσα παρὰ τοῦ κτίσαντος. Ὁ δὲ ἐν καρ δίᾳ λόγος, καὶ αὐτὸς ἑκάστου τῶν νοηθέντων ἐστὶ νεώτερος. Ἀλλ' ἄκουε τοῦ λόγου θεοπρεπῶς. Περὶ γὰρ τοῦ Μονογενοῦς διαλεγόμενός σοι, Λόγον εἶπεν αὐτόν. Ὥσπερ οὖν καὶ φῶς μετ' ὀλίγον ἐρεῖ, καὶ ζωὴν, καὶ ἀνάστασιν, καὶ οὔτε φῶς ἀκούσας, ἐπὶ τὸ αἰσθητὸν τοῦτο καὶ ὀφθαλμοῖς ὁρατὸν καταφέρῃ, οὔτε ζωὴν ἀκούσας, τὴν κοινὴν ταύτην νοεῖς, ἣν καὶ τὰ ἄλογα ζῇ· οὕτω καὶ Λόγον ἀκούων, φύλαξαι μήποτε τῇ σῇ ἀσθενείᾳ τῆς διανοίας