1

 2

 3

2

ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων ἀπὸ μήτρας λειπούσας πηλῷ τυφλοῖς ἀναβλέψαι ἐναρμόσαντος, καὶ τὴν ἀρχαίαν τοῦ γένους ἡμῶν διάπλασιν ἀνα καινίσαντος, καὶ ἀλάλοις τὸ λαλεῖν ἀνορθώσαντος, τοῦ στίγματα λέπρας ἀποσμήξαντος, καὶ νεκροὺς ἐκ τῶν τάφων ἀναστήσαντος, τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν ᾅδην ἐγέρσει σκυ λεύσαντος, καὶ πᾶσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ κατασκευάσαντος. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνῇ τοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς ἀποστόλοις συμπράξαντος, καὶ πᾶσαν τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος. Φοβήθητι, φύγε, δραπέτευσον, ἀνα χώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἀναγὲς, κατα χθόνιον, βύθιον, ἀπατηλὸν, ἄμορφον, θεατὸν δι' ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὅπου ἂν τυγχά νῃς, ἢ ἀπέρχῃ· ἢ αὐτὸς εἶ Βεελζεβοὺβ, ἢ κατασείων, ἢ δρακοντοειδὴς, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμὶς, ἢ ὡς πετεινὸν, ἢ νυκτίλαλον, ἢ κωφὸν, ἢ ἄλαλον, ἢ ἐκφοβοῦν ἐξ ἐπιδρομῆς, ἢ σπαράσσον, ἢ ἐπιβουλεῦον, ἢ ἐν ὕπνῳ βαρεῖ, ἢ ἐν νόσῳ, ἢ ἐν μαλακίᾳ, ἢ ἐν γέλωτι ῥέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσ ῶδες, ἢ ἐπιθυμητικὸν, ἢ ἡδονικὸν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανὲς, ἢ ἀστρομαγικὸν, ἢ ἐνοικηματικὸν, ἢ ἀναιδὲς, ἢ φιλόνεικον, ἢ ἀκατάστατον, ἢ τῇ σελήνῃ συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον, ἢ ὀρθρινὸν, ἢ μεσημβρινὸν, ἢ μεσονυκτικὸν, ἢ ἀωρίας τινὸς, ἢ αὐγῆς, ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμ φθης ὑπό τινος, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θα λάσσῃ, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυμβήθρᾳ ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν, καὶ οὐκ ἴσμεν, γνωστὸν, ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἀπαλλάγηθι, αἰσχύνθητι τὴν εἰκόνα τῇ χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ τὸ ὁμοίωμα, καὶ μὴ ἐγκρυβῇς εἰς τὸν δοῦλον τοῦ Θεοῦ τόνδε, ἀλλὰ ῥάβδος σιδηρᾶ καὶ κάμινος πυρὸς, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμὸς, ἄμυνα τῆς παρακοῆς σε περιμένει.

Φοβήθητι, φιμώθητι, φύγε, μὴ ἀποστρέψῃς, μὴ ὑποκρυβῇς μεθ' ἑτέρας πονηρίας πνευμάτων ἀκαθάρτων· ἀλλὰ ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τοὺς βασκαίνοντας καὶ ἐπιβουλεύοντας τῇ αὐτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σὲ πάντων τῶν κακῶν πεπειραμένον, καὶ ἐφευρετὴν διάβολον. Ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. {1 Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.}1 Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς τῶν ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχὺν, ὁ Θεὸς τῶν ἀρχαγγέλων τῶν ὑπὸ τὸ σὸν κράτος, ὁ Θεὸς τῶν 31.1684 ἐνδόξων κυριοτήτων, ὁ Θεὸς τῶν ἁγίων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας τῷ θανάτῳ ψυχὰς λύσας, ὁ τὸν προσηλωθέντα ἄνθρωπον τῷ σκότει διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φωτίσας, ὁ λύσας τὰς ὀδύνας ἡμῶν, καὶ πᾶν βάρος ἀποσκεδάσας, ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ ἀφ' ἡμῶν χωρίσας, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ὁ ἀπαθανατίσας ἡμᾶς τῷ θανάτῳ σου, καὶ δοξάσας ἡμᾶς τῇ δόξῃ σου, ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεὸν ἐγέρσει τῇ σῇ χαρισάμενος, ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ σταυροῦ σου βαστάσας, ὁ τὸ σύντριμμα ἡμῶν ἀναλαβὼν, καὶ ἰασάμενος, Κύριε, ὁ ὁδοποιήσας ἡμῖν ὁδὸν εἰς οὐρανοὺς, καὶ φθορὰν εἰς ἀφθαρσίαν μετασκευάσας· εἰσάκουσόν μου πόθῳ καὶ φόβῳ κεκραγότος πρὸς σὲ οὗ τὰ ὄρη τῷ φόβῳ τήκονται σὺν τῷ στερεώματι τῆς ὑπ' οὐρανὸν, οὗ τῇ δυνάμει ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι τηρῆσαι τοὺς ἑαυτῶν ὅρους, δι' οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ ὑπερβήσεται ὅρους τοὺς ταχθέντας αὐτῷ,