2
μελούμενον. Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξου σίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκρά τειάν ἐστι κατορθώματος. Οὕτω προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς τὰ καθ' ἕκαστον ἑαυτοῦ μέλη ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων παντὶ τῷ σώματι τὴν ὑγείαν, διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην παρέχει τῷ σώματι τὴν ἀηδίαν. Ἀλλ' ὥσπερ ἐν ἡμῖν αὐτοῖς ὁ μὲν πόνος ἑκάστου τῶν ἀῤῥωστούντων μελῶν ἴσως ἅπτεται τοῦ παντὸς σώματος, ἔστι δὲ ὅμως ἕτερα ἑτέρων τιμιώτερα μέλη (οὐ γὰρ ὁμοίως περὶ τὸν ὀφθαλμὸν καὶ περὶ τὸν τοῦ ποδὸς δάκτυλον ἔχομεν, κἂν ὁ πόνος τὸ ἴσον ἔχῃ)· οὕτω τὴν μὲν συμπαθῆ διάθεσιν καὶ τὴν ἀγαπητικὴν σχέσιν ἴσην ἐπὶ 31.885 πάντων· τῶν ἐν τῇ συνοδίᾳ ζώντων εἶναι παρ' ἑκάστου προσήκει· ἡ δὲ τιμὴ, κατὰ τὸ εὔλογον, ἐπὶ τῶν χρησιμωτέρων τὸ πλέον ἕξει. Ἐπειδὴ δὲ ὀφειλέται πάντως εἰσὶ τοῦ ἀλλήλους ἀγαπᾷν τῷ ἴσῳ μέτρῳ τῆς διαθέσεως, ἀδίκημά ἐστιν ἐν συνοδίᾳ εὑρεθῆναι ἰδιαζούσας τινὰς φατρίας καὶ συσκηνίας. Ὁ γὰρ τὸν ἕνα ὑπὲρ τοὺς ἄλλους ἀγαπῶν κατηγορεῖ ἑαυτοῦ, ὡς ἐν τοῖς ἄλλοις μὴ ἔχων τὴν τελείαν ἀγάπην. Ὁμοίως οὖν ἀπόβλητός ἐστιν ἀπὸ συνοδίας ἥ τε ἀπρεπὴς μάχη καὶ ἡ μερικὴ διάθεσις. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθρα γίνεται· ἀπὸ δὲ τῆς μερικῆς φιλίας καὶ ἑταιρίας ὑποψίαι καὶ φθόνοι γίνονται. Πανταχοῦ γὰρ ἡ τοῦ ἴσου στέρησις ἀρχὴ καὶ ὑπόθεσις φθόνου καὶ δυσμενείας τοῖς ἐλαττουμένοις γίνεται.
∆ιὰ τοῦτο καὶ ἐντολὴν παρὰ Κυρίου ἐλάβομεν, μιμεῖσθαι τὴν ἀγαθότητα τοῦ ὁμοίως τὸν ἥλιον δικαίοις τε καὶ ἀδίκοις ἐπανατέλλοντος. Ὥσπερ οὖν ὁ Θεὸς κοινὴν δίδωσι πᾶσι τοῦ φωτὸς τὴν μετουσίαν, οὕτω καὶ οἱ μιμηταὶ τοῦ Θεοῦ κοινήν τε καὶ ὁμότιμον τὴν τῆς ἀγάπης ἀκτῖνα ἐπὶ πάντας φερέτωσαν. Ὅπου γὰρ ἐλλείπει ἡ ἀγάπη, ἐκεῖ πάντως ἀντεισέρχεται τὸ μῖσος. Εἰ δὲ, καθώς φησιν Ἰωάννης, Ὁ Θεὸς ἀγάπη ἐστὶν, ἀνάγκη πᾶσα τὸ μῖσος εἶναι τὸν διάβολον. Ὥσπερ οὖν ὁ τὴν ἀγάπην ἔχων τὸν Θεὸν ἔχει, οὕτως ὁ τὸ μῖσος ἔχων τὸν διάβολον ἐν ἑαυτῷ τρέφει. ∆ιὰ τοῦτο προσήκει τὴν μὲν ἀγάπην ἴσην καὶ ὁμοίαν παρὰ πάντων τοῖς πᾶσιν εἶναι, τὴν δὲ τιμὴν ἑκάστῳ κατὰ τὸ πρέπον γίνεσθαι. Ἐπὶ δὲ τῶν οὕτως ἀλλήλοις συναρμοζομένων, ἡ σωματικὴ συγγένεια οὐδὲν πλέον κατὰ τὴν ἀγάπην ἕξει· οὐδὲ εἴ τις ἀδελφός τινος κατὰ σάρκα εἴη, ἢ υἱὸς, ἢ θυγάτηρ, ἐν πλείονι διαθέσει πρὸς τὸν τῷ γένει προσήκοντα παρὰ τοὺς ἄλλους γενήσεται ἡ κοινωνία τοῦ αἵματος. Ὁ γὰρ ἐν τούτοις τῇ φύσει ἀκολουθῶν κατηγορεῖ ἑαυτοῦ, ὅτι οὔπω τελείως ἀπέστη τῆς φύσεως, ἀλλ' ἔτι ὑπὸ σαρκὸς διοικεῖται. Λόγος δὲ ἀνωφελὴς, καὶ ὁ διὰ τῆς πρὸς ἀλλήλους ὁμιλίας μετεωρισμὸς ἄκαιρος, ἀπειρημένος ἔστω. Ἀλλ' εἴ τι χρήσιμον πρὸς οἰκοδομὴν τῶν ψυχῶν, τοῦτο προσήκει λαλεῖσθαι μόνον, καὶ αὐτὰ τὰ χρήσιμα εὐτάκτως κατὰ τὸν πρέποντα καιρὸν λαλεῖσθαι παρὰ τῶν τοιούτων προσ-ώπων, οἷς ἐπιτέτραπται τὸ λαλεῖν. Εἰ δέ τις τῶν ὑποδεεστέρων εἴη, ἀναμενέτω τὴν προτροπὴν τοῦ ὑπερέχοντος.
Οἱ δὲ ψιθυρισμοὶ, καὶ αἱ πρὸς τὸ οὖς ὁμιλίαι, καὶ αἱ διὰ τῶν νευμάτων σημασίαι, πάντα ταῦτα ἀπόβλητα ἔστω, διότι τὴν τῆς καταλαλιᾶς ὑποψίαν ὁ ψιθυρισμὸς ἔχει, καὶ ἡ διὰ τοῦ νεύματος σημασία ἔνδειξιν παρέχει τῷ ἀδελφῷ λανθάνοντος πράγματός τινος σκαιωρίας. Τὰ δὲ τοιαῦτα μίσους ἀρχὴ καὶ ὑποψίας γίνεται. Ὅταν δὲ πρὸς ἀλλήλους ᾖ τις κατὰ ἀνάγκην γινομένη διάλεξις, τὸ μέτρον τῆς φωνῆς ἡ χρεία ποιείτω, ὥστε τῷ μὲν ἐγγὺς ὄντι 31.888 πραοτέρᾳ τῇ φωνῇ διαλέγεσθαι, τὸν δὲ πόῤῥωθεν ὄντα μείζονι προσκαλεῖσθαι τῇ φωνῇ. Τὸν δὲ συμβουλεύοντά τινι, ἢ ἐγκελευόμενον περί τινος, μείζονι καὶ καταπληκτικωτέρᾳ φωνῇ κεχρῆσθαι, ὡς ὑβριστικὸν, ἐν συνοδίᾳ μὴ ἔστω. Πρόοδος δὲ, πλὴν τῶν τεταγμένων καὶ ἀναγκαίων ἐξόδων, ἀπὸ ἀσκητηρίου οὐκ ἔστιν. Ἐπειδὴ δὲ οὐκ ἀνδρῶν μόνον εἰσὶν αἱ συνοδίαι, ἀλλὰ καὶ παρθένων, τὰ μὲν ἄλλα πάντα, ὅσα