2
γεννήματα. Τοὺς γοῦν ὀργίλους καὶ τὴν ἄλλην ἁμαρτίαν ἔχοντας, ὡς διὰ τοῦτο ὑποκεῖσθαι τῇ κατὰ κόλασιν ὀργῇ, τέκνα ὀργῆς ὀνομάζει, ᾗ φησιν ὁ Παῦλος· Καὶ ἦμεν φύσει τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί. Οὗτοι μεταβάλλειν δυνατὸν, ὡς μηκέτι εἶναι τέκνα φύσει ὀργῆς. Παῦλος γοῦν περὶ ἑαυτοῦ, καὶ τῶν παραπλησίως ἁγίων γεγενημένων, λέγει, ὅτι Ἦμεν φύσει τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι, οἱ εἰσέτι δεῦρο ἐν τῷ ἁμαρτάνειν ὄντες· προσκείμενον δὲ τὸ φύσει, οὐ τὸ κατὰ φύσιν σημαίνει, ἀλλὰ τὸ ἀληθείᾳ. Τὸ γὰρ, Ἦμεν φύσει τέκνα ὀργῆς, λέγει, δηλῶν, ὅτι ἀληθείᾳ ὑπεύθυνοι ὀργῇ τυγχάνουσιν οἱ ἁμαρτάνοντες· ὥσπερ δὲ κατὰ φύσιν τέκνον ὀργῆς γίνεται τῷ συνεῖναι αὐτῷ κακίαν, οὕτω μεταβαλὼν ἀληθείας γίνεται τέκνον καὶ ἀρετῆς. Εἴρηται γοῦν περί τινων ὑπὸ τοῦ Σωτῆρος τοιαῦτα· Ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· τέκνα σοφίας τοὺς σοφοὺς λέγων. Ἐπεὶ γὰρ οἱ τέκνα τινὸς ὄντες, ἐκ τοῦ τεκόντος ἔχουσιν τὸ εἶναι· ἔχουσι δὲ καὶ οἱ ποιοὶ τὸ εἶναι ἐκ τῆς ποιότητος τῆς προσγενομένης αὐτοῖς· εἰκότως οἱ ποιοὶ τέκνα καὶ υἱοὶ τῆς ποιότητος ὀνομάζονται. Ὡς γὰρ εἴρηται ὑπὸ τοῦ Σωτῆρος τοιαῦτα, Οὗτοι δέ εἰσιν οἱ σοφοὶ σοφίας τέκνα· οὕτω καὶ ἄλλους υἱοὺς εἰρήνης προσηγόρευσεν, φάσκων τοῖς μαθηταῖς· Ἐὰν εἰσέλθητε εἰς πόλιν, ἢ εἰς οἰκίαν, καὶ ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἡ διδομένη τῇ πόλει, ἢ τῇ οἰκίᾳ ἐπαναπαύσεται ἐπὶ τὸν ὄντα ἐν αὐτῇ υἱὸν εἰρήνης.
Πάλιν ὁ αὐτὸς Σωτήρ φησιν· Φρονιμώτεροί εἰσιν οἱ υἱοὶ τοῦ αἰῶνος τούτου ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, ἐν τῇ γενεᾷ τῇ ἑαυτῶν· υἱοὺς φωτὸς λέγων τοὺς πεφωτισμένους τῇ γνώσει τῆς ἀληθείας καὶ τοῖς ἔργοις τῆς ἀρετῆς. Πρὸς οὓς καὶ φῶς γεγενη 39.1092 μένους, διὰ τὸ τυγχάνειν φωτὸς υἱοὺς, λέγει· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· τοὺς δὲ ἀγαπήσαντας τὸ παρὸν ζῇν, καὶ πρὸς αὐτὸ πάντα, ἃ ποιοῦσιν, ἀναφέροντας, υἱοὺς αἰῶνος τούτου ὠνόμασεν. Ἀλλ' εἰ καὶ εἶπεν τούτους φρονιμωτέρους ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς, οὐ καθάπαξ αὐτοὺς εἶπεν φρονιμωτέρους, ἀλλ' ἐν τῇ ἑαυτῶν γενεᾷ· τουτέστιν, ἐν τοῖς πράγμασιν τοῖς οἰκειωθεῖσιν τούτῳ τῷ αἰῶνι, φρονιμώτεροι τῶν τοῦ φωτὸς υἱῶν τυγχάνουσιν. Σοφοὶ γάρ εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλῶς ποιῆσαι οὐ συνῆκαν. Καὶ περὶ τοῦ Ἰούδα δὲ γέγραπται, ὡς εἴη υἱὸς ἀπωλείας. Ὁ γὰρ Κύριος περὶ αὐτοῦ εἶπεν, ὅτι Οὐδεὶς ἀπώλετο ἐκ τῶν μαθητῶν μου, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας. Ἀπωλείας δὲ υἱὸν αὐτὸν εἶπεν. τῷ τὰ τῆς ἀπωλείας πεπραχέναι Οὐ γὰρ ὅτε εἷς ἦν τῶν ἀποστόλων, καὶ διηκόνει ἅμα ἐκείνοις τῷ Σωτῆρι, ἦν τοιοῦτος, ἀλλ' ὅτε προδότης γέγονε τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ∆ιδασκάλου, ἀγαπήσας τὰ τῆς ἀπωλείας ἀργύρια. Καὶ ὅτι οὐ κατὰ φύσιν ἦν κακὸς, ἅμα πᾶσι τοῖς μαθηταῖς ὢν ἤκουσεν· Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων. Εἰ δὲ λύκους τοὺς ἁμαρτάνοντας λέγει, πρόβατα δὲ τοὺς πρακτικοὺς τῆς ἀρετῆς, εἴπερ ὁ Ἰούδας φύσει κακὸς ἦν, οὐκ ἦν πρόβατον Χριστοῦ· ἐπεὶ μὴ πρακτικὸς τῆς ἀρετῆς ὁ κατὰ φύσιν κακός. Ἀλλ' οὐδ' αὐτὸς ὁ διάβολος κατὰ φύσιν κακὸς, ἀλλ' ἐκ τροπῆς τοῦ ἰδίου αὐτεξουσίου. Ὥσπερ οὖν, οὐ τῶν φαύλων μόνον, ἀλλὰ καὶ τῶν σπουδαίων ἐπιτηδευμάτων καὶ πραττομένων, υἱοὶ καλοῦνται καὶ τέκνα οἱ ἐπιτελοῦντες τῷ προειρημένῳ τρόπῳ, καθ' ὃν ἐλέγετο γεννήματα ποιοτήτων εἶναι τοὺς λαμβάνοντας ἀπ' αὐτῶν τὸ εἶναι, ὅπερ ἔχουσιν ἐκ τῆς ποιότητος· εἰκότως σὰρξ ἁμαρτίας, καὶ σῶμα ἁμαρτίας, οὐ καθάπαξ λέγεταί τις, ἀλλὰ τῷ ὑπηρετεῖν τῇ ἁμαρτίᾳ. Ὁ γὰρ ἄνθρωπος τῷ σώματι καὶ τῇ σαρκὶ εἰς λαγνείαν καὶ τὰς ἄλλας τοιαύτας ἐνεργείας καταχρώμενος, ποιεῖ τὸ σῶμα αὐτοῦ, ἁμαρτίας σῶμα· καὶ τὴν σάρκα, σάρκα ἁμαρτίας· ὥσπερ ὁ σπουδαῖος διὰ σωφροσύνης καὶ τῆς ἑπομένης ἀρετῆς, τὸ σῶμα ἑαυτοῦ καὶ τὴν ψυχὴν ἁγιάζει. Ἡ παρθένος γοῦν ἁγία γίνεται σώματι καὶ πνεύματι, ὅ ἐστι ψυχὴ, ὡς γράφει Παῦλος, λέγων, ὅτι τὴν