1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

2

ὑπαριθμοῦντες τῷ Πατρὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Οὐδὲ γὰρ ἁπλῶς καὶ ἀφ' ἑαυτοῦ ἀνέστρεφε τῶν ὀνομάτων τὴν ἀκολουθίαν· ἀλλ' ὁ λαλῶν ἐν αὐτῷ Χριστὸς, τῶν κακοήθων καὶ ἀδιαστρόφων καρδιῶν ἀφανίζων τὴν ὑπόληψιν, διαφόρως τὴν ἀλήθειαν τῆς ἰσοδυνάμου, καὶ ὁμοτίμου, καὶ ὁμοουσίου διδάσκει Τριάδος, ἄλλοτε μὲν παρὰ τῷ αὐτῷ Παύλῳ εἰρηκώς· "Ὁ δὲ αὐτὸς Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν·" ἄλλοτε δὲ παρὰ τῷ Εὐαγγελιστῇ λέγων· "Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·" νῦν δὲ παρὰ Παύλῳ, ὡς προείρηται· "Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." Συνηγορεῖ δὲ καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ τῷ κεφαλαίῳ τούτῳ, ἐχούσῃ ὧδε· "Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὑτοῦ θέλησιν." Καὶ δεσποτικαὶ δὲ φάσεις παρ' Ἰωάννῃ ἔχουσιν· "Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ·" καὶ, "Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια." Καὶ ἐμπρεπὲς, φησὶ, πρωτείοις θεότητος, ἀλλὰ μὴ ἐπὶ δευτερείοις ὑμνεῖν αὐτό· ἵν' ἐπὶ τῇ ζωῇ τὴν ἀσφάλειαν ἔχητε. Τὸ γὰρ εὐεργετοῦν, εὐχαριστεῖσθαι καὶ θεραπεύεσθαι φιλεῖ· ὅπερ εὗρον εἰπεῖν ἀδόλως καὶ οἱ ἔξω· "Τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἀποτίννυσθε." Εἰ γὰρ, φησὶν, ἀμείνων ὁ αὐτεξούσιος ὑπεξουσίου, ἤδη καὶ ὁ ἄνθρωπος αὐτεξούσιος ὢν, κρείττων παρ' ὑμῖν ἀποφανθείη τοῦ ἁγίου Πνεύματος. Φεῦ τῶν δεινῶν! Τὰ τῆς θεϊκῆς δυνάμεως καὶ φύσεως σύμβολα ὡς ἐπὶ κτιστῆς ἐκδεχόμενοι Μακεδονιανοὶ, περινενοήκασιν ἀπάτας, καὶ ἔγραψαν εἰσάγοντες πρόσωπα ὀρθοδόξου καὶ Μακεδονιανοῦ· καὶ τοῦ μὲν ὀρθοδόξου νῦν περικόπτοντες τῶν ἀποδείξεων, νῦν οὐδὲ προφέροντες ὅσας ἐχρῆν· ἄλλοτε ἀποροῦντα ποιοῦντες αὐτὸν περὶ τὴν ἀντιλογικὴν καὶ ἀποδεικτικὴν ἀπόκρισιν· ἢ καὶ διαχέοντες καὶ ἀνιέντες δῆθεν πειθανοῖς ῥή 39.605 μασι τὴν ἀλήθειαν καὶ τὸ ἐμμελές· καὶ ἁπλῶς ἐν οὐδενὶ τὰ λόγια, ἃ μετ' ἀξιώματος τοῦ πρέποντος ἐχρήσθη, τιθέμενοι· εἰς ὃ δὲ αὐτοῖς δοκεῖ περιάγοντες τὸν λόγον, καὶ ἑαυτοὺς ἀνθοῦντας περὶ τὸν οἰκεῖον σκοπὸν, καὶ ἀπνευστὶ τὸν λόγον εἴροντας, καὶ νικητὰς πάντων μετὰ εὐλαβοφανοῦς εἰρωνείας εἰσφέροντες· διασύρουσιν, ὥς γε νομίζουσι, τὴν ὀρθοδοξίαν. Ἔχει δὲ ἡ τοῦ Μακεδονιανοῦ φωνὴ δῆθεν γενομένη πρὸς ὀρθόδοξον, τόνδε τὸν τρόπον· Ἔλεγες· Ἐνεργεῖ Θεός· ἐνεργεῖ καὶ ἅγιον Πνεῦμα· καὶ ἐκ τοῦ ἐνεργεῖν καὶ ἐνεργεῖν, ἐβούλου τὸ ἰσότιμόν τε καὶ ἰσοδύναμον ἁγίῳ Πνεύματι καὶ Θεῷ ὑπάρχειν. Ἐγὼ δὲ ὅτι ἐπὶ ἑτεροειδῶν τε καὶ διαφερόντων τῇ φύσει καὶ τοῖς ὁρισμοῖς, τὸ ἐνεργεῖν ἰατροί τε καὶ πάντες ἄνθρωποι λαμβάνουσιν, εἴτε ἐπὶ ὑδάτων θερμῶν, εἴτε ἐπὶ τῶν ἐσθιομένων, εἴτε ἐπὶ βοτανῶν, ἐῶ· τοῦτο δὲ μόνον δείκνυμι, ὅτι καὶ ἐπὶ τῆς ἐναντίας δυνάμεως ὁ θεῖος εἴληφε λόγος, εἰρηκότος τοῦ Ἀποστόλου περὶ τοῦ Ἀντιχρίστου· "Οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους." Ὅρα οὖν, φησὶ, τοῦ ἐνεργεῖν ὀνόματος ὁμωνύμως ἢ συνωνύμως λαμβανομένου ἐπὶ πολλῶν, εἰς τί κατήγαγες τὸ ἅγιον Πνεῦμα· καὶ οὐκ ἐλογίζου, ὅτι Θεὸς μὲν κόσμον ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι πεποίηκέ τε καὶ ἐνήργηκεν· ἅγιον δὲ Πνεῦμα, διαίρεσιν χαρισμάτων ἐν τοῖς ὑπὸ Θεοῦ κτισθεῖσιν. Γέγραπται γάρ· "∆ιαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὐ μὲν δωρούμενον." Καὶ πῶς, ὦ Μακεδονιανὲ, οὐχὶ ταῦτα παρὰ τὰς ἐννοίας ἐστὶ τὰς θεολογικάς; πῶς δὲ αὐτόφωρος οὐκ ἔστιν αὐτόθεν ἡ ὑπόκρισις; Πρῶτον μὲν γὰρ ἐπειδὴ πᾶσιν ὁμόλογον, ὅτι τὸ ἐνεργεῖ ῥῆμα ἐπὶ διαφόρων οὐσιῶν τε καὶ πραγμάτων κατηγορεῖται, τίνος εἵνεκα τοῦ κινουμένου περὶ θείας καὶ ἐμφανοῦς ἐνεργείας τοῦ ἁγίου Πνεύματος ὄντος, σὺ εἰς μέσον παρήγαγες ἃ παρήγαγες, καὶ ἐκ τούτου ὕβρισας μᾶλλον ἢ ἐπῄνεσας τὸ Πνεῦμα τοῦ Θεοῦ; Ἔπειτα οὐ τῷ ὁμωνύμως, ἢ συνωνύμως, ἐπί τε τοῦ Θείου, ἐπί τε βοτανῶν, καὶ τοῦ Σατανᾶ λαμβάνεσθαι τὴν λέξιν τὴν ἐνεργεῖ· ἀλλὰ τοῖς προσώποις καὶ τῇ τῆς ἐνεργείας διαφορᾷ προσέχειν χρή· καὶ τὴν