1

 2

 3

 4

2

αὐτοὺς τοὺς ἀποστόλους ἔχειν καὶ τῆς προφητείας 452 τὸ χάρισμα. Πῶς γὰρ Πέτρος τὸν Ἀνανίαν καὶ τὴν Σαπφείραν ἤλεγξε νοσφισαμένους ἐκ τῆς τιμῆς τοῦ χωρίου, εἰ μὴ χάρισμα προφητείας εἶχε; Πῶς δὲ καὶ ὁ ἅγιος Παῦλος ἔλεγε τὰ μέλλοντα ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἔσεσθαι, εἰ μὴ καὶ αὐτὸς εἶχεν χάρισμα προφητείας; {Μ.} Πῶς οὖν οὐ δέχεσθε Μοντανὸν τὸν ἅγιον; {Ο.} Ὅτι ψευδοπροφήτης ἦν οὐδὲν ἀληθὲς λέγων. {Μ.} Μὴ βλασφήμει, ἄνθρωπε, τὸν παράκλητον. {Ο.} Ἐγὼ αἰνῶ καὶ δοξάζω τὸν παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας, Μοντανὸν δὲ βδελύσσομαι ὡς τὸ βδέλυγμα τῆς ἐρημώσεως. {Μ.} Πῶς; {Ο.} Πρῶτον, ὅτι λέγει· Ἐγώ εἰμι ὁ πατὴρ καὶ ἐγώ εἰμι ὁ υἱὸς καὶ ἐγὼ ὁ παράκλητος. {Μ.} Ὑμεῖς δὲ λέγετε, ὅτι· Ἄλλος ἐστὶν ὁ πατὴρ καὶ ἄλλος ὁ υἱὸς καὶ ἄλλο τὸ πνεῦμα τὸ ἅγιον. {Ο.} Ἐὰν ἡμεῖς λέγωμεν, οὐδὲν ἀξιόπιστον· ἐὰν δὲ ὁ υἱὸς διδάσκῃ, ἄλλον εἶναι τὸν πατέρα καὶ ἄλλον τὸν παράκλητον, τὸ πνεῦμα τὸ ἅγιον, ἀνάγκη πείθεσθαι. {Μ.} ∆εῖξον, ποῦ διδάσκει. {Ο.} Ὅταν λέγῃ· Ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, τὸ πνεῦμα τῆς ἀληθείας, ἵνα ᾖ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό· ὑμεῖς δὲ γιγνώσκετε, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. Πῶς οὐχὶ φανερῶς ἄλλον παράκλητον ἀκούων ἄλλον παρ' αὐτὸν τὸν λέγοντα νοεῖς; {Μ.} Εἰ ἄλλος καὶ ἄλλος καὶ ἄλλος, τρεῖς θεοί. {Ο.} Μὴ γένοιτο. {Μ.} Πῶς· μὴ γένοιτο; {Ο.} Ὅτι ἡ θεία γραφὴ τὰ τὴν αὐτὴν ἔχοντα φύσιν καὶ βουλὴν ἑνοῖ. {Μ.} Μὴ γένοιτο. {Ο.} Ἀκούεις Παύλου τοῦ ἀποστόλου λέγοντος, ὅτι· Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, 453 ἀλλὰ πάντες ἐν Χριστῷ Ἰησοῦ εἷς ἐστε. Καὶ αὐτοῦ τοῦ Χριστοῦ ἀκούομεν λέγοντος περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, ὅτι οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Εἰ δὲ τὰ ἐν διαστάσει ὄντα οὐκέτι εἰσὶ δύο διὰ τὸ ταὐτὸν τῆς βουλῆς καὶ τῆς φύσεως, πῶς δυνατὸν τὰ ἀσώματα ὑπὸ ἀριθμὸν καὶ θέσιν γενέσθαι; {Μ.} Οὐκ ἔστιν οὖν εἷς θεός. {Ο.} Εἷς θεὸς τῷ λόγῳ τῆς φύσεως, τῇ δὲ ὑποστάσει ἄλλος ἐστὶν ὁ πατὴρ καὶ ἄλλος ὁ υἱὸς καὶ ἄλλος τὸ πνεῦμα τὸ ἅγιον. {Μ.} Πῶς οὖν ὁ υἱὸς λέγει· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσονται, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί; Καὶ πάλιν λέγει· Ἄν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου τηρήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ καὶ ὁ λόγος ὁ ἐμὸς οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με. Ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνο ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει πάντα, ἃ εἶπον ἐγώ. {Ο.} Ἄκων συναινεῖς τῷ λόγῳ τῆς ἀληθείας. Εἰ γὰρ πείθῃ τοῖς εἰρημένοις, ὀρθοποδήσεις πρὸς τὴν ἀλήθειαν. Ἤκουσας, ὅτι λέγει· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οὐκ εἶπεν· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε πάντες, ὅτι ἐγὼ πατὴρ καὶ υἱός εἰμι. Ἀκούεις δέ, ὅτι λέγει· καὶ πρὸς αὐτὸν ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατήρ· οὐκ εἶπε πρὸς αὐτόν· Ἐλεύσομαι ἐγὼ καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ μονὴν ποιήσω· ἀλλὰ καὶ τό· Ὁ λόγος ὁ ἐμὸς οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με, οὐδὲν ἕτερον δηλοῖ ἢ τῶν ὑποστάσεων τὴν ἰδιότητα· καὶ ὅταν δέ· ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων, ἀκούσῃς, ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖνος διδάξει ὑμᾶς πάντα, ἃ εἶπον ὑμῖν, πῶς οὐ σαυτὸν ἐρυθριάσας ὁμολογήσεις τῶν τριῶν ὑποστάσεων τὴν εὐκρίνειαν; 454 {Μ.} Ἐν ἡμέρᾳ ... κρίσεως αἱ τρεῖς ὑποστάσεις καθέζονται κρῖναι ζῶντας καὶ νεκρούς. {Ο.} Τὸ καθέζονται σωματικῶς ἀκούων πνευματικῶς νόει, ἵνα μὴ τόπους καὶ χωρισμοὺς σωμάτων ὑπολάβῃς, ἀλλὰ τὸ πάγιον τῆς φύσεως. Πανταχοῦ γὰρ ὁ πατήρ, πανταχοῦ ὁ υἱός, πανταχοῦ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ὥσπερ οὐδὲν μέσον ἐστὶν νοῦ καὶ λόγου καὶ πνοῆς, οὕτως οὐδὲν μέσον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Νοῆσαι δὲ δεῖ τὸν πατέρα τέλειον, ἐν τελείᾳ ὑποστάσει, καὶ τὸν υἱὸν τέλειον ἐν τελείᾳ ὑποστάσει,