1

 2

2

καθ' ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις, ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται, καὶ πρὸς δικαιοσύνην μᾶλλον διανίστασθαι προτρέπεται.

θʹ. Εἶπε πάλιν, ὅτι μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν, τῶν Γραφῶν ἡ ἀνάγνωσις.

ιʹ. Εἶπε πάλιν, ὅτι μέγας κρημνὸς καὶ βαθὺ βάραθρον, τῶν Γραφῶν ἡ ἄγνοια. ιαʹ. Εἶπε πάλιν, ὅτι μεγάλη προδοσία σωτηρίας, τὸ μηδένα τῶν θείων νόμων

εἰδέναι. ιβʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι τὰ τῶν δικαίων ἁμαρτήματα περὶ τὰ χείλη ἐστὶ, τὰ δὲ

τῶν ἀσεβῶν, ἐξ ὅλου τοῦ σώματος. Ὅθεν ψάλλει ∆αβίδ· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· Καί· Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου.

ιγʹ. Ὁ αὐτὸς ἠρωτήθη, ∆ιατί δέκα μέν εἰσιν αἱ νομικαὶ ἐντολαὶ, ἐννέα δὲ οἱ

μακαρισμοί; καὶ ἔφη· Ἰσάριθμος τῶν Αἰγυπτιακῶν μαστίγων ὁ ∆εκάλογος· τριπλῆς δὲ Τριάδος εἰκὼν, ἡ τῶν μακαρισμῶν ἀρίθμησις.

ιδʹ. Ἠρωτήθη ὁ αὐτὸς, εἰ ἀρκεῖ εἷς δίκαιος δυσωπῆσαι τὸν Θεὸν, καὶ ἔφη· Ναὶ,

αὐτὸς γὰρ εἶπεν· Ἐρευνήσατε ἕνα ποιοῦντα κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι παντὶ τῷ λαῷ.

ιεʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον

παραχωρεῖ μετανοοῦσιν, ὡς τῇ πόρνῃ καὶ τῷ τελώνῃ· τοὺς δὲ δικαίους ἀπαι 65.168 τεῖ καὶ τόκους. Καὶ τοῦτό ἐστιν ὃ τοῖς ἀποστόλοις ἔλεγεν, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

ιςʹ. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι ὀλίγον πάνυ τὰς δικαιοσύνας ὁ Θεὸς πωλεῖ τοῖς

ἀγοράζειν σπουδάζουσι· μικροῦ κλάσματος ἄρτου, εὐτελοῦς ἱματίου, ψυχροῦ ποτηρίου, ἑνὸς ὀβολοῦ. ιζʹ. Προσετίθει δὲ καὶ τοῦτο, ὅτι παρ' ἀνθρώπῳ δανειζόμενος ἄνθρωπος διὰ πενίαν, ἢ χρείαν εὐπορίας, καὶ ἀποδιδοὺς χάριτας μὲν ὁμολογεῖ, κρύφα δὲ ἀποδίδωσιν αἰσχυνόμενος. Ὁ δὲ δεσπότης Θεὸς τὸ ἀνάπαλιν· κρυφῆ δανειζόμενος ἐνώπιον ἀγγέλων καὶ ἀρχαγγέλων καὶ δικαίων ἀποδίδωσιν.