1

 2

 3

 4

 5

 6

2

τὴν τρανότητα. παραπλησίως δὲ καὶ Αἰγύπτιοι μέντοι τοῦτο καλοῦσιν, ὁμοίως δὲ καὶ Σύροι καὶ Ἄραβες μόδια λέγουσιν, ὃ ἑρμηνεύεται ὁμολογία. πληρωθεὶς γὰρ ὁ μόδιος ὁμολογεῖ ὅτι πεπλήρωμαι. καλεῖται δὲ καὶ γνώμων. 82.11 Κάβος δὲ ἐξ αὐτῆς τῆς διαλέκτου διάφορον μέτρον ἐστίν, ἤγουν τὸ τέταρτον μοδίου. 82.12 Χοῖνιξ δὲ καὶ ὑφὴ ἓν μέν ἐστι, διττῷ δὲ ὀνόματι κέκληται. ἔστι δὲ δύο ξεστῶν καὶ ποστημορίου. 82.13 ∆ρὰξ ἀλεύρου. τοῦτο ἀπερίεργόν ἐστι καὶ πᾶσι δῆλον. 82.14 Ἀρτάβη. τοῦτο τὸ μέτρον παρ' Αἰγυπτίοις ἐκλήθη. ἔστι δὲ ἑβδομήκοντα δύο ξεστῶν. ἐκ πολλῆς δὲ ἀκριβείας καὶ τοῦτο οὕτως συνήχθη. ἑβδομήκοντα δύο ἄνδρες τότε τὸν πύργον ᾠκοδόμουν, ὅτε καὶ εἰς ἑβδομήκοντα δύο γλώσσας ἐκ μιᾶς συνεχέθησαν. ὅθεν καὶ μέροπες ἐκλήθησαν εἰς τὴν μεμερισμένην φωνήν. τὸ δ' αὐτὸ τὸ μέτρον καὶ ὁ μετρητὴς ἔχει κατὰ τὸ μέτρον τὸ ἅγιον. 82.15 Τρία μέτρα σεμιδάλεως, ἃ τοῖς ἀγγέλοις Ἀβραὰμ τῇ Σάρρᾳ ἑτοιμάζειν προσέταττεν, ἐξ ὧν μέτρων ἐγκρυφίαν ἄρτου γενέσθαι ἐνετείλατο. ταῦτα δὲ τὰ μέτρα ἕκαστον γόμορ ἐχώρει. 82.16 Τὸ δὲ γόμορ δέκατον ἦν τοῦ μεγάλου μέτρου, τουτέστι τῆς ἀρτάβης, ὃ γίνεται ἑπτὰ ξέσται καὶ πέμπτον. 82.17 Τρία κανᾶ χονδριτῶν, ἔνθα εἰώθασι τότε ἀποτίθεσθαι τοὺς χονδρίτας. ἔστι δὲ εἶδος ἄρτου εἰς δύο τεμνομένου. 82.18 Νέβελ οἴνου, ὅπερ ἐστὶ μέτρον ξεστῶν ρνʹ. 82.19 Τὸ σάτον νʹ ξεστῶν ὑπάρχει. 82.20 Ἀλάβαστρον μύρου βικίον μέν ἐστιν ὑέλινον χωροῦν λίτραν ἐλαίου. τὸ δὲ μέτρον ἐστὶ ξέστου τὸ ἥμισυ. ἀλάβαστρον δὲ κέκληται διὰ τὸ εὔθρυπτον. 82.21 Καμψάκης ὕδατος ιβʹ ξεστῶν ὕδατός ἐστι τὸ μέτρον. ὁ δὲ τῷ Ἠλίᾳ ἑτοιμασθεὶς καμψάκης τεσσάρων ἐστὶ ξεστῶν. 82.22 Ἔστι τι μέτρον κοτύλη. ἥμισυ ξέστου ὑπάρχει. κέκληται δὲ κοτύλη ἀπὸ τοῦ τὸν ξέστην εἰς δύο κόπτεσθαι. 82.23 Κύαθός ἐστιν ἕκτον ξέστου. μεθεκὼθ δὲ λέγει τοὺς κυάθους ἡ γραφή· τὰ δὲ μασμαρὼθ λέγει τοὺς διυλιστῆρας, οὓς καὶ ἠθμοὺς καλοῦμεν. τῷ αὐτῷ δὲ ὀνόματι ἀμφότεροι κέχρηνται, ἐπεὶ καὶ τὴν αὐτὴν ἐνέργειαν ἔχουσι. 82.24 Τρυβλίον ὀψόβαφόν ἐστι τὴν πλάσιν ἤτοι παροψίς, ἥμισυ δὲ ξέστου τὸ μέτρον ἔχει. 82.25 Ξέστης ὁ Ἀλεξανδρινὸς δύο λιτρῶν φέρει ὁλκὴν ἐν τῷ ἐλαίῳ. 82.26 Ἀπόρρυμα δὲ παρὰ μόνοις Θηβαίοις μετρεῖται. ἥμισυ γὰρ τοῦ σαΐτου ἐστίν. ὁ δὲ ἀληθινὸς σαΐτης ξεστῶν ἐστιν κβʹ.82.27 Σαβιθά. τοῦτο Συριακόν ἐστι τὸ ὄνομα, ὃ ἑρμηνεύεται ληνιαῖον ἄντλημα. παρὰ Ἀσκαλωνίταις ξεστῶν κβʹ. 82.28 Ἴν. τὸ ἲν μέγα ξεστῶν ἐστι ιηʹ, τὸ δὲ ἅγιον ἲν ξεστῶν θʹ. 82.29 Χοῦς ἐστι ξεστῶν ηʹ. τὸ δὲ καλούμενον ἅγιον 82.29 ξεστῶν ʹ, ὅ ἐστι δωδέκατον μετρήτου. 82.30 Μάρης μέτρον ἐστὶ παρὰ τοῖς Ποντικοῖς δύο ὑδριῶν. ἡ δὲ ὑδρία αὐτοῖς δέκα ξεστῶν ἐστιν· ὥστε εἶναι τὸν κύπρον εἴκοσι ξεστῶν Ἀλεξανδρινῶν. 82.31 Κύπρος παρὰ τοῖς αὐτοῖς Ποντικοῖς μέτρον ἐστὶ ξηρῶν γεννημάτων, μόδιοι δύο, ὃ λέγεται εἶναι παρ' αὐτοῖς χοινίκων πέντε. ὁ δὲ χοῖνιξ παρ' αὐτοῖς ξεστῶν ἐστι πέντε· ὥστε εἶναι τὸν κύπρον ξεστῶν κʹ. ὁ γὰρ μέγας παρ' αὐτοῖς μόδιος ξεστῶν κδʹ.82.32 Κόλλαθόν ἐστι παρὰ τοῖς Σύροις τὸ ἥμισυ τοῦ ὑγροῦ σάτου. ἔστι δὲ ξεστῶν κεʹ. 82.33 Κογγιάριον δὲ μέτρον ἐστὶν ὑγροῦ καὶ αὐτὸ παρ' Ἑβραίοις ἐκφωνούμενον. τοῦτο τὸ μέτρον ἐστὶν ἐν χρονογραφίαις Εὐσεβίου καὶ τῶν ἄλλων χρονογράφων δηλούμενον, ὡς ἕκαστος τῶν τότε βασιλέων κατὰ φιλοτιμίαν τῷ δήμῳ Ῥωμαίων πρὸς εὐφρασίαν ἐχαρίζοντο· ὃ ἑρμηνεύεται συνημμένον ἢ συνεστραμμένον. 82.34 Τάλαντόν ἐστι τὸ ὑπερβάλλον πᾶν σταθμούμενον μέτρον. κατὰ δὲ τὸν λιτρισμὸν ρκεʹ λιτρῶν ὑπάρχει. 82.35 †Ἓξ λεπτὰ ταλάντου ἑπτὰ ἀσσάρια. τὰ δὲ ἑπτὰ λεπτὰ τῶν ἀσσαρίων ρʹ ὑπάρχει δηνάρια†. 82.36 Ὁ ἀργυροῦς δὲ ἐτυπώθη ἀπ' ἀρχῆς τὸ νόμισμα. ἐκ δὲ τῶν Ἀσσυρίων τοῦτο ἐτυπώθη. φασὶ δὲ τὸν Ἀβραὰμ εἰς τὴν Χαναναίαν τὸν τύπον ἐνηνοχέναι. 82.37 Τοῦ δὲ ταλάντου τὸ ρκεʹ λίτρα μία. ἡ δὲ λίτρα δέκα δύο οὐγγιῶν ὑπάρχει.82.38 Ἡ δὲ οὐγγία ἔχει στατῆρας δύο. 82.39 Ὁ δὲ στατὴρ ἥμισυ μὲν οὐγγίας, ἔχων δύο δίδραγμα. 82.40 Περὶ σίκλου. Σίκλον ὃ λέγεται καὶ κοδράντης τέταρτον μέν ἐστι τῆς οὐγγίας, ἥμισυ δὲ τοῦ στατῆρος, δύο δραγμὰς ἔχον. τῆς γὰρ οὐγγίας ηʹ ἦν ἡ δραγμή. 82.41