2
γλώττῃ βαστάσας καὶ νεκροὺς ἐγείρας καὶ εἰς οὐρανὸν ἀναληφθεὶς ἐν λαίλαπι πυρός.
ς ʹ. Ἐλισσαῖος ὁ προφήτης. Οὗτος ἦν ἐξ Ἀβελμοὺθ ἐκ τῆς γῆς Ῥουβίμ. Καὶ ἐπὶ τούτῳ γέγονε τεράστιον. Ὅτι ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις, ἡ δάμαλις ἡ χρυσὴ ἡ ἐν Σηλὼμ ὀξὺ ἐβόησεν, ὥστε ἀκουσθῆναι ἐν Ἱερουσαλήμ. Καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη σήμερον, ὃς καθελεῖ τὰ γλυπτὰ καὶ συνθλάσει τὰ χωνευτά. Πολλὰ δὲ τεράστια ἐποίησεν ὁ θεὸς διὰ χειρὸς Ἐλισσαίου· καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ ἐν Σεβαστοπόλει. Οὗτος ἐπροφήτευσε περὶ τῆς τοῦ κυρίου παρουσίας. Καὶ τὰ ὕδατα Ἰερηχὼ ἄτεκνα ὄντα ἤγουν ἁλμυρὰ ἰάσατο εἰπών· τάδε λέγει κύριος. Ἴαμαι τὰ ὕδατα ταῦτα. Καὶ ἰάθησαν ἕως τῆς σήμερον ἡμέρας. Καὶ νεκροὺς ἤγειρε καὶ λεπρὸν ὄντα Νεεμὰν τὸν Σύρον ἐκαθαίρισε τῆς λέπρας, καὶ τὸν Γιεζῆ τὸν ὑπηρέτην αὐτοῦ λεπρὸν ἐποίησε γενέσθαι. Καὶ νεκρὸς ὢν νεκρὸν ἤγειρεν.
8 ζʹ. Ἡσαΐας ὁ προφήτης· ἐγεννήθη μὲν ἐν Ἱερουσαλὴμ ἐκ φυλῆς Ἰούδα· θνήσκει δὲ ὑπὸ Μανασσῆ τοῦ βασιλέως Ἰούδα πρισθεὶς εἰς δύο καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά. Ὁ δὲ θεὸς τὸν Σιλωὰμ διὰ τὸν προφήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγωρήσας προσηύξατο πιεῖν ὕδωρ· καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ ζῶν ὕδωρ. ∆ιὰ τοῦτο ἐκλήθη τὸ ὄνομα Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Καὶ ἐπὶ Ἐζεκίου τοῦ βασιλέως πρὸ τοῦ ποιῆσαι αὐτὸν τοὺς λάκκους καὶ τὰς κολυμβήθρας ἐπὶ εὐχῇ τοῦ προφήτου Ἡσαΐου μικρὸν ὕδωρ ἐξελήλυθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ τῶν ἀλλοφύλων καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις ὡς μὴ ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι πόθεν πίνουσιν; οὐ γὰρ ἤδεισαν. Ἔχοντες γὰρ τὴν πόλιν παρεκαθέζοντο τῷ Σιλωάμ· ὁπότε οὖν οἱ Ἰουδαῖοι ἤρχοντο, ἀντλεῖν ἐξήρχετο αὐτοῖς ὕδωρ καὶ ὑδρεύοντο, οἱ δὲ ἀλλόφυλοι οὐχ εὕρισκον. Ἔφευγε γὰρ τὸ ὕδωρ. ∆ιὸ καὶ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα δειχθῇ τὸ μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ 9 λαὸς πλησίον αὐτὸν ἐπιμελῶς ἔθαψαν ἐνδόξως, ἵνα διὰ τῶν εὐχῶν αὐτοῦ ἕως τέλους ἔχουσι τὴν ἀπόλαυσιν τοῦ ὕδατος. Καὶ χρησμὸς γὰρ ἐδόθη αὐτοῖς περὶ αὐτοῦ. Ἔστι δὲ ὁ τάφος Ἡσαΐου τοῦ προφήτου ἐχόμενα τοῦ τάφου τῶν βασι- λέων ὀπίσω τοῦ τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομῶν γὰρ οἰκοδομῶν τὴν Ἱερουσαλὴμ ἐποίησε τοὺς τάφους τῶν βασιλέων τοῦ ∆αυὶδ διαγράψαντος αὐτούς· ἔστι δὲ κατ' ἀνατολὰς τῆς Σιών, ἥ τις ἔχει εἴσοδον ἀπὸ Γαβαὼθ μήκοθεν τῆς πόλεως σταδίους κʹ. Καὶ ἐποίησε σκολιὰν συνθετὴν ἀνυπονόητον· καὶ ἔστιν ἕως σήμερον τοῖς πολλοῖς ἀγνοουμένη.
ηʹ. Ἱερεμίας ὁ προφήτης ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις Αἰγύπτου λιθοβοληθεὶς ὑπὸ τοῦ λαοῦ ἐτελεύτησε. Κεῖται δὲ ἐν τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξα- σαν αὐτὸν εὐεργετηθέντες ὑπ' αὐτοῦ. Ἀσπίδες γὰρ καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι Νεφώθ, Ἕλ- ληνες δὲ κροκοδίλους, οἳ ἦσαν αὐτοὺς θανατοῦντες· καὶ εὐξαμένου τοῦ προφήτου Ἱερεμίου ἐκωλύθη ἐκ τῆς γῆς ἐκείνης ὁ θυμὸς τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως 10 τὸ ἔνεδρον τῶν θηρίων. Καὶ ὅσοι εἰσὶ πιστοὶ ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ λαμβάνοντες τοῦ χοὸς δῆγμα ἀσπίδων θεραπεύουσιν καὶ αὐτὰ δὲ τὰ θηρία τοῦ ὕδατος φυγαδεύουσιν. Οὗτος ὁ προφήτης σημεῖον ἔδωκε τοῖς Αἰγύπτου ἱερεῦσιν λέγων, ὅτι δεῖ σεισθῆναι πάντα τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν τὰ χειροποίητα πάντα· ὅταν ἐπιβῇ ἐν Αἰγύπτῳ παρθένος λοχεύουσα σὺν βρέφει θεοει- δεῖ, ὅπερ καὶ ἐγένετο αὐτοῖς. Οὗτος ὁ προφήτης πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπασεν τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῇ πάντα καὶ ἐποίησεν αὐτὰ καταποθῆναι ἐν πέτρᾳ καὶ εἶπε τοῖς ἱερεῦσι τοῦ λαοῦ καὶ τοῖς πρεσβυτέροις παρεστῶσιν· "1ἀπεδήμησε κύριος ἐκ Σινᾶ εἰς τοὺς οὐρανοὺς καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει ἁγίᾳ. Καὶ τοῦτο σημεῖον ἔσται τῆς αὐτοῦ παρουσίας, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνήσουσιν"2. Εἶπε δὲ