2
ἡμᾶς· ὃ καὶ πρὸ ἡμῶν ἠκρίβωσαν Κλήμης τε καὶ Ὠριγένης καὶ ὁ Πάμφιλος Εὐσέβιος. καὶ οὐ χρὴ τοὺς φιλομαθεῖς ἀκροατὰς διὰ τὴν τοῦ στοιχείου ἀναίρεσιν ἢ παράθεσιν διασπᾶν τὴν τῶν θείων εὐαγγελίων συμφωνίαν. ὅρα γὰρ πῶς καὶ Ματθαῖος ὁ σοφώτατος τὸν τοῦ σταυροῦ καιρὸν ἀκριβῶς ἐπισημαίνεται τῷ εἰπεῖν "καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά, ὅ ἐστι κρανίου τόπος", ἔπειτα καὶ τὸν οἶνον μετὰ τῆς σμύρνης λοιπὸν 207 καὶ τὴν τῶν ἱματίων διαμέρισιν ** ἐπάγει· "ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας θ" καὶ τὰ ἑξῆς. τινὲς δὲ οἴονται τὸν ἅγιον Ματθαῖον ἕκτῃ ὥρᾳ αὐτὸν ἐσταυρῶσθαι λέγειν· μεμελέτηται δὲ τῷ ἁγίῳ τὸ ἀπὸ τῆς ἕκτης ὥρας σκότος.
Σταυροῦται μὲν οὖν ὡς εἴρηται προσαββάτῳ ὥρᾳ γ καὶ ἐλογίσθη αὐτῷ ἡμέρα μία ἀπὸ ὥρας γ εἰς . μετὰ τὸ σταυρωθῆναι γὰρ λοιπὸν τῶν καταχθονίων εἰργάζετο τὴν σωτηρίαν, καὶ ἀπὸ τῆς ἕκτης εἰς θ μία νύξ, ἀπὸ δὲ ἐννάτης εἰς ἑσπέραν μία ἡμέρα. ** καὶ γεγόνασι τρεῖς ἡμέραι καὶ δύο νύκτες. καὶ δι' ὅλου τοῦ σαββάτου μία ἡμέρα καὶ ἡ νὺξ ἡ ἐπιφώσκουσα εἰς τὴν κυριακήν. καὶ ἐπληρώθη τὸ περὶ αὐτοῦ εἰρημένον ὅτι "δεῖ ποιῆσαι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας". ὥρᾳ γ ἐσταυρώθη πλήρης ἕκτῃ σαββάτων τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην, τετάρτῃ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, πρὸ ιγ καλάνδων Ἀπριλλίων. διὸ νηστεύομεν καὶ τῷ προσαββάτῳ. ἀνέστη δὲ τῇ ἡμέρᾳ τῆς κυριακῆς, ἐξότε οἱ ἀλεκτρυόνες ἐφώνησαν, ἐν νυκτὶ τῆς ἰσονυκτίας συημμένῃ τῇ ἰσημερίᾳ τουτέστι τῇ καὶ εἰκάδι τοῦ Φαμενὼθ μηνός, ὃς ἦν Νισὰν παρ' Ἑβραίοις ὁ ἑρμηνευόμενος Φαρμουθί. προλαμβάνουσι δὲ οἱ τῶν Ἑβραίων μῆνες τοὺς τῶν Αἰγυπτίων μῆνας καὶ οἱ τῶν εὐδαιμόνων Ἀθηναίων ὡσαύτως καὶ Λακεδαιμονίων ὀκτὼ ἡμέραις, ἐὰν οὕτω τύχοι. ἦν δὲ ἡ νὺξ ἡ ἔχουσα τὰς αὐτὰς ὥρας καὶ ἡ παρελθοῦσα ἡμέρα τὰς αὐτάς.