2
ἀναγεννῶσαι. Τίνες αἱ τῶν μητέρων μαζοί; Αἱ δύο ∆ιαθῆκαι αἱ ἡμῶν διδάσκαλοι ἀμφότεραι, ποτίζουσαι ἡμᾶς τὸ γάλα τὸ πνευματικὸν καὶ οὐράνιον. 43.505 Τίς ἡ ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστοῦ κατάβασις, ἀλλ' ἢ πάντως ἡ ἐκ τοῦ οὐρανοῦ Θεοῦ Λόγου πρὸς ἡμᾶς συγκατάβασις; Τίνες τῶν ἐλαιῶν οἱ κλάδοι; αἱ τῶν ἐλεημόνων ψυχαί. Τίς ἡ ὁδὸς, ἐν ᾗ καλῶς ὑποστρωννύουσι τὰς τῶν ἀρετῶν πράξεις, ἀπεκδυόμενοι τὸν παλαιὸν ἄνθρωπον; Τί τῶν φοινίκων τὰ βαΐα; αἱ καθαραὶ τῶν δικαίων καρδίαι, αἱ ὡς φοίνικες ἀνθοῦσαι, καὶ ὡς αἱ κέδροι τοῦ Λιβάνου πληθυνόμεναι, αἱ πεφυτευμέναι ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἐξανθοῦσαι, αἱ ἄνω ὀρθῶς πρὸς τὸν ἀληθῆ φοίνικα βλέπουσαι, πάντως δηλοῦσαι καὶ τὴν νίκην τοῦ τυράννου καὶ τοῦ ᾅδου, αὐτοὶ ἐλευθερωθέντες τῆς ἐκείνων τυραννίδος τῇ τοῦ Χριστοῦ νικητοῦ δυνάμει. Τίνες οἱ προάγοντες; Προφῆται οἱ δίκαιοι. Τίνες οἱ ἀκολουθοῦντες; ἀπόστολοι, καὶ ἡμεῖς οἱ ἐξ ἐθνῶν μετὰ τούτων πιστεύσαντες. Ἡ δὲ πόλις, ἡ ἄνω Ἰερουσαλήμ· τὸ δὲ ἱερὸν, ἡ βασιλεία τῶν οὐρανῶν, ἐξ ἧς Χριστὸς Ἰουδαίους ὡς ἀναξίους ἐξήγαγεν.
Οὕτω τὰ τῆς ἑορτῆς σου νόησον· οὕτω τὸ τοῦ ∆εσπότου μυστήριον φύλαξον. Πάντως δὲ καὶ τὰ τῆς ἑορτῆς σου *** Συνδράμωμεν μετὰ ἀγγέλων χορεύοντες, μετὰ τοῦ ὄχλου κροτούντων, μετὰ τοῦ πώλου σκιρτῶντες, μετὰ μητέρων θαυμάζοντες, μετ' ἀποστόλων κηρύττοντες, καὶ Χριστῷ ὑπαντοῦντες τὴν Ἱερουσαλὴμ ἐπιβαίνοντι, αἰνοῦντες, εὐλογοῦντες, Ὡσαννὰ λέγοντες. Εὐλογημένος ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος ἐν ὀνόματι Κυρίου κρῖναι τὸν κόσμον αὐτοῦ. Αὐτῷ ἡ δόξα τῷ Πατρὶ, καὶ τῷ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.