2
ἁγιασμῷ ἀναφαιρέτῳ· ἵνα ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, πεφωτισμένῃ καρδίᾳ τῶν θείων τούτων μεταλαμβάνοντες ἁγιασμάτων καὶ ὑπ' αὐτῶν ζωοποιούμενοι, ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ ἡμῶν Θεῷ, τῷ εἰπόντι· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ· ὅπως ἐνοικοῦντος ἐν ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ ἁγίου καὶ προσκυνητοῦ σου πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας ἐν πράξει, ἢ λόγῳ, ἢ κατὰ διάνοιαν ἐνεργουμένης καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν πᾶσιν τοῖς ἁγίοις τοῖς ἀπ' αἰῶνός σοι εὐαρεστήσασιν.
Ἐκφώ· Καὶ καταξίωσον ἡμᾶς, ∆έσποτα Ὁ λαός· Πάτερ ἡμῶν Ὁ ἱερεὺς ἐκφώ· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία Ὁ λαός· Ἀμήν. Ὁ ἱερεύς· Εἰρήνη πᾶσιν Ὁ λαός· Καὶ τῷ πνεύματί σου Ὁ διάκονος· Τὰς κεφαλὰς ἡμῶν Ὁ ἱερεὺς ἐπεύχεται· Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς
κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔφιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου καὶ φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων μυστηρίων. Σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλὰς ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώ· Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι νῦν
Ὁ λαός· Ἀμὴν Ὁ διάκονος· Πρόσχωμεν Ὁ ἱερεύς· Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις Ὁ λαός· Εἷς ἅγιος, εἶς κύριος Ἰησοῦς Χριστός. Εὐχὴ μετὰ τὴν μετάληψιν Εὐχαριστοῦμέν σοι τῷ σωτῆρι τῶν ὅλων Θεῷ ἐπὶ
πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου. Καὶ δεόμεθά σου, δέσποτα φιλάνθρωπε· φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.
Ἐκφώ· Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
Ὁ διάκονος· Ἐν εἰρήνῃ προέλθωμεν. Ὁ λαός· Ἐν ὀνόματι Κυρίου. Εὐχὴ ὀπισθάμβωνος εἰς τὰ προηγιασμένα ∆έσποτα, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ
τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ αὐθαιρέτῳ βουλήσει ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν, πρὸς ἐγκράτειαν ἀναστάσεως· ὁ διὰ τῶν τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα Μωσῆ· παράσχου καὶ ἡμῖν, δέσποτα ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικηταί τε τῆς ἁμαρ τίας ἀναφανῶμεν καὶ ἀκατακρίτως φθάσαι τὴν ἁγίαν σου ἀνάστασιν. Ὅτι ἅγιον ὑπάρχει τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.