1

 2

 3

 4

2

παρεληλυθότων, μελλόντων. Τρία τῶν δικαίων τὰ κτήματα, παράδεισος, Ἀβραὰμ κόλπος, οὐρανῶν βασιλεία. Τρεῖς τῶν ἁμαρτωλῶν αἱ τιμωρίαι, σκότος, σκώληξ, Γέεννα. Τρεῖς ἀνανεώσεις τοῦ κόσμου· ἡ ἐπὶ τοῦ Νῶε, ἡ ἐπὶ τοῦ Κυρίου, ἡ ἐπὶ τῆς συντελείας. Τρίτον Ἠλίας τὰ μέλη τοῦ βοὸς καὶ τὰ ξύλα καταῤῥάνας τὸ ἐξ οὐρανῶν κατὰ στύγας πῦρ. Τρίτον τῆς ἡμέρας ηὔχετο ∆ανιήλ. Τρεῖς μῆνας εἰς τὸν οἶκον Ζαχαρίου πεποίηκεν ἡ Παρθένος. Τρία τὰ προσενεχθέντα δῶρα τῷ Κυρίῳ παρὰ τῶν μάγων· χρυσὸς, λίβανος, σμύρνα. Τρία βαπτίσματα, τὸ νομικὸν, τὸ Ἰωάννου, τὸ τοῦ Κυρίου. Τρεῖς αἱ τοῦ βαπτίσματος ἐπικλήσεις, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Τρεῖς αἱ καταδύσεις, καὶ τρεῖς αἱ ἀναδύσεις τοῦ βαπτίσματος. Τρεῖς αἱ κατὰ τοῦ διαβόλου νῖκαι τοῦ Κυρίου· τὸ μὴ φαγεῖν μετὰ τὸ πεινάσαι, τὸ μὴ προσκυνῆσαι τὸν μιαρὸν, τὸ μὴ καταβάλλειν ἑαυτόν. Τρεῖς ἡμέραι μετὰ τὸ βάπτισμα, καὶ τότε τὸ ὕδωρ οἶνος ἐξαίρετος. Τρεῖς αἱ κατὰ τῆς Παρθένου τοῦ Μονογενοῦς ἐπιτιμήσεις· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδεις ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου· τίς ἐστιν ἡ μήτηρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; Τρεῖς οἱ πλέον τῶν ἄλλων θαῤῥούμενοι μαθηταί· Πέτρος, Ἰάκωβος, Ἰωάννης. Τρία ἔτη τῶν δεσποτικῶν σημείων ὁ χρόνος. Τρία ἔτη ζητῶν καρπὸν εἰς τὴν συκῆν ὁ Κύριος ἦλθε, καὶ οὐχ ηὗρεν. Τρισὶν ὁ Κύριος κατηράσατο· τῇ συκῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· τῇ Συναγωγῇ· Λίθος ἐπὶ λίθον οὐ μὴ μένει· τῷ Ἰούδᾳ· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. Τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας Ἰωνᾶς εἰς τὴν κοιλίαν τοῦ κήτους πεποίηκε. Τριήμερον ἡ κατὰ Νινευϊτῶν ἀποφορά. Τριήμερος τοῦ Σωτῆρος ὁ θάνατος, τριήμερος καὶ ἡ ἀπὸ τῶν νεκρῶν κατ' ἐξουσίαν ἀνάστασις τοῦ Κυρίου. ∆ιὰ τριῶν ὁ Παῦλος ἡμερῶν ἀνέβλεψε πηρωθείς· τρὶς τὸν Κύριον περὶ τοῦ σκόλοπος παρεκέλευσεν, ἵνα ἀποστῇ ἀπ' αὐτοῦ· τρὶς ἐναυάγησεν· εἰς τρίτον οὐρανὸν ἀναβέβηκε. Τρία σάτα ἀλεύρου καὶ ἡ τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁμοιωθεῖσα γυνὴ λαβοῦσα, καὶ εἰς μικρὰν ζύμην ἐγκρύψασα, 43.513 ὅλον τὸ φύραμα, κατὰ τὸ γεγραμμένον, ἐζύμωσεν.

{Ὅτι καὶ ὁ ἀριθμὸς ὡς διπλῆ τριὰς ἐπὶ μεγάλων πραγμάτων, ἐν τῇ

θείᾳ Γραφῇ παρατετήρηται.}

∆ʹ. Ἐν ἓξ ἡμέραις ὁ Θεὸς τὸν κόσμον κατεσκεύασεν. Ἕκτην ἡμέραν ἔπλασε τὸν Ἀδάμ. Ἕκτην ὥρανγυμνωθέντα παρὰ τῆς ἁμαρτίας δήλης ἐζήτησεν. Ἕκτον ὤφθη τῷ Ἀβραάμ· ἅπαξ εἰς Χαῤῥὰν *** τρίτον καθ' ὕπνους· τέταρτον ἐπὶ τῆς προσθήκης τοῦ γράμματος τοῦ ὀνόματος· πέμπτον ἐπὶ τῆς Μαμβρῆ μεσημβρίας, ἕκτην ὥραν· ἕκτον ἐπὶ τῆς θυσίας τοῦ μονογενοῦς ἐν τῷ ὄρει. Ἓξ ἔτη δουλεύειν Ἑβραίοις παρήγγειλεν. Ἕκτῳ μηνὶ τὸν Γαβριὴλ πρὸς τὴν Παρθένον ἀπέστειλεν. Εἰς ἓξ ὑδρείας τὸ ὕδωρ οἶνον πεποίηκε. Ἕκτην ὥραν τῇ Σαμαρείτιδι παρὰ τὸ φρέαρ ὡμίλησε. Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα τὸν Λάζαρον ἤγειρεν. Ἕκτην ὥραν τῷ λῃστῇ σταυρούμενος ἐφιλιώθη. Ἕκτον ὤφθη μετὰ τὸ ἀπὸ νεκρῶν ἐγερθῆναι· ταῖς γυναιξὶν, τῷ Κλεώπᾳ, τοῖς μαθηταῖς χωρὶς τοῦ Θωμᾶ, τοῖς μαθηταῖς μετὰ τοῦ Θωμᾶ, Πέτρῳ καὶ Ἰωάννῃ τὸ δίκτυον ἐλοῦσιν, τῇ τελευταίᾳ τῆς ἀναλήψεως. Ἕκτον, ὡς λέγει Παῦλος, ἐφάνη τοῖς ἀδελφοῖς· τῷ Κηφᾷ, τοῖς δέκα, τοῖς πεντακοσίοις, ἐφ' ἅπαξ Ἰακώβῳ, τοῖς ἀποστόλοις πᾶσιν, αὐτῷ τῷ Παύλῳ τελευταῖον. Ἓξ ἑνὶ αὐτῶν μεγάλα μυστήρια ἐποίησεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς λέγει Παῦλος· Ἐπληρώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. ∆ι' ἓξ γραμμάτων τὰ μεγάλα ὀνόματα γράφεται· ἀδωναῒ,