1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

2

πευσόμενος ὡς ἐν μαντείῳ. 2.6 τῶν δὲ δὴ χειρίστων ὑπηρετῶν αὐτίκα δὴ μάλα καταμηνυσάντων τὴν ἔμπληκτον, ὁ μὲν Σαοὺλ ἀμελλητὶ μετασχηματίσας ἑαυτὸν καὶ τὰ τὴς ἐσθῆτος ἀμείψας ἐνδύματα δρομαῖος ᾤχετο, τὴν στρατιὰν ἐκλιπών. ὡς δὲ ἀφίκετο πρὸς αὐτὴν ἅμα δυοῖν ἀνδράσι νύκτωρ, ἀξιώσεις αὐτῇ προσεφέρετο τηνικαῦτα, «μάντευσαι δή μοι» λέγων «ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι» φησὶν «ὃν ἂν εἴπω σοι». 2.7 τοιγαροῦν, εἴπερ ὁ Σαοὺλ ἐδεῖτο διὰ τῆς ἐγγαστριμύθου μαντεύσασθαι, φαίη τις ἂν ἀληθεῖς εἶναι τὰς ἐκείνου φωνάς. ἀλλ' ἔστι τις ἀγνοῶν ὡς ἐκεῖνος ὑπὸ τοῦ δαίμονος ἀγρίοις ἠλαύνετο θυμοῖς, εἰς ἀνηκέστους ἐκτραπεὶς μαντείας καὶ διαβολικὰς μύθων ἐνεργείας; 2.8 τί γάρ; οὐκ ἀξιόπιστος μᾶλλόν ἐστιν ὁ θεὸς ὁ τοὺς μὲν λόγους εἰς τὸ στόμα τοῦ Βαλαὰμ ἐμβαλών, ἐπιτρέψας δὲ Μωσεῖ γράψαι ῥητῶς ἐν τοῖς Ἀριθμοῖς· «οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακώβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ»; 2.9 εἰ τοίνυν ἀπαγορευτέα τὰ τοιάδε καθέστηκεν, οἷα δὴ βδελύγματα μυσερὰ καὶ τῆς ἐχθίστης εἰδωλολατρείας αἴτια, πῶς ἂν εἴη φερέγγυος [ὁ] μάρτυς ὁ τούτοις ἀνοσιώτατα χρήσασθαι πειραθείς; ἀλλὰ ταῦτα μὲν ὀλίγον ὕστερον ἐπαναλαβόντες ἐντελέστερον ἐροῦμεν· ἐπανιτέον δὲ πάλιν εἰς τὴν τοῦ γράμματος ἱστορίαν.

3.1 Ὡς οὖν ἡ γυνὴ τὸν ἔκφρονα Σαοὺλ ἐθεάσατο, πλαττομένη μὴ εἰδέναι τὸν

δυνάστην ἀνθυπέφερεν ὡς αὐτὸς ἄμεινον ἂν εἴη γινώσκων ὅσα πεποιήκει τοῖς περὶ ταῦτα δεινοῖς ὁ Σαούλ, «ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους» ἔφη «καὶ τοὺς ἐκφωνοῦντας ἀπὸ τῆς γῆς» 3.2 ἕνεκα δὲ τούτου παγιδεύσασθαι πρὸς αὐτοῦ τὴν ψυχὴν ἔφασκεν εἰς θάνατον. ἐπειδὴ δὲ πιστωσάμενος ὅρκῳ διεβεβαιώσατο μηδὲν αὐτὴν ὑποστῆναι σκαιόν, αὖθις ἐπιρρωσθεῖσα τῇ κακίᾳ παρρησιέστερον ἀποκρίνεται δήπουθεν ἡ γυνή· «τίνα» φησὶν «ἀναγάγω σοι;» 3.3 ποταπὴ καὶ ὁποία καὶ τίς ἡ κακοδαίμων ἐτύγχανεν αὕτη γραῦς, ἵνα ὑπόσχηται τὸν Σαμουὴλ ἐκ νεκρῶν ἀνάξαι; καὶ μήν, εἴ γε δεῖ τὸ τῆς ἀξίας ὑπερθεμένους εἰπεῖν, οὐχ ὁπωσοῦν ἠδύνατο προφητικὴν ἀνάξαι ψυχήν, ἀλλ' οὐδὲ τῶν ἐπιτυχόντων οὐδενὸς οὐδ' ὅλως, ἀλλ' οὐδὲ μύρμηκος ἢ ψύλλης. οὐ γὰρ οἱ δαίμονες ἐξουσίαν ἔχουσιν πνευμάτων τε καὶ ψυχῶν, ἀλλ' ὁ πάντων ὁμοῦ δεσπόζων θεός· ὥστε τῇ θείᾳ δοτέον φύσει μόνῃ ἐξ ᾅδου μεταπέ μπεσθαι καὶ πάλιν ἀνακαλεῖσθαι ψυχάς. 3.4 ἀλλ' ὁ κομψὸς Ὠριγένης, εἰδωλολατρείας ὄργανα καὶ νεκυομαντείας εὑρήματα τῷ τῆς ἐκκλησίας ἐθέλων ἐπεισκυκλῆσαι χορῷ, τοῦ θείου καταψεύδεται γράμματος. αὐτῆς γάρ τοι τῆς γραφῆς ἀναφανδὸν ἐκβοώσης ὡς εἶπεν ἡ γυνὴ «τίνα ἀναγάγω σοι;», τοὐναντίον ἀντιστρέψας οὗτος, τὸ πρόσωπον ἔφη ταῦτα εἰρηκέναι τοῦ ἁγίου πνεύματος. 3.5 εἶτα τοσοῦτον ἐξετράπη παρασυρείς, ὥστε οὐκ ἐρυθριᾷ τῷ ἁγίῳ περιτιθέναι πνεύματι τὰ τὴς ἐπιλήπτου ῥήματα· τοιαῦτα δὲ γυμνοτέρᾳ τῇ γλώττῃ βλασφημῶν, εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀναφέρει τὸ πᾶν, ἀξιοπίστῳ τοὺς αὐτηκόους ὀνόματι καταιδέσαι πειρώμενος. 3.6 ἤρετο μὲν οὖν, ὡς ἔφην, ἡ γυνή, καὶ καθάπερ ἐξουσίαν ἔχουσα τοῦ μεταπέμπεσθαι τοὺς νεκροὺς ἐκφωνεῖ· «τίνα» φησὶν «ἀναγάγω σοι;». τοῦ δὲ μαντευομένου φήσαντος ἀναχθῆναι τὸν Σαμουήλ, αὖθις ἐπιφέρει· «καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ» ἔφη «καὶ ἐβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν» τῷ δυνάστῃ «διὰ τί παρελογίσω με; καὶ σὺ εἷ Σαούλ». 3.7 ὧς δὲ ὁ βασιλεὺς ἔφησεν αὐτῇ «μὴ φοβοῦ» καὶ τὸ «τί ἑόρακας;» ἐπάγει προσθείς, αὖθις ἀνθυπενέγκασα πάλιν ἡ πυθόμαντις ἔφη· «θεοὺς ἑόρακα ἀναβαίνοντας ἐκ τῆς γῆς». ἐπειδὴ δὲ καὶ τὸ τελευταῖον ὁ δυνάστης ἤρετο, «τί ἔγνως;» εἰπών, αὐτίκα πάλιν ἀθυπήνεγκε πρὸς ἔπος «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα». 3.8 τί οὖν ἐπὶ τούτοις ἡ θεία διαγορεύει γραφή; «καὶ ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γὴν καὶ προσεκύνησεν αὐτῷ.» φαίνεται τοίνυν ὡς οὐδαμοῦ τὸ παράπαν ἡ τοῦ θείου γράμματος ἔφησεν ἐκδοχὴ τὸν Σαμουὴλ ἀνῆχθαι διὰ τῆς