1

 2

 3

 4

 5

 6

2

6 Ἐπιποθῶν δὲ τὴν ἡμετέραν σωτηρίαν, κέκραγεν ἀλλαχοῦ λέγων· «πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν,» ὁ θελητὴς ἐλέους, ὁ διψῶν τὸ διψᾶσθαι, ὁ καθ' ἑαυτοῦ ὀμόσας «μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέφειν καὶ ζῆν αὐτόν·» πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπὶ τὴν γῆν ἣν ἰδίαις χερσὶν ἔπλασεν καὶ ἡγίασεν τῷ θείῳ ἐμφυσήματι· πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπ' αὐτὴν καὶ ἀναζωπυρῆσαι τὸ αὐτεξούσιον αὐτῆς ᾧ ἐτιμήθη παρ' αὐτοῦ ἐξ ἀρχῆς, ὃ ἀφεῖλεν ἐξ αὐτῆς καὶ κατεδούλωσεν ἐν πάθεσιν ἀτιμίας ὁ τῆς κακίας καὶ ἀπάτης εὑρετής· πῦρ ἦλθεν βαλεῖν ὁ σωτὴρ ἐπ' αὐτὴν, πῦρ ἐκεῖνο τὸ φωτιστικὸν, τὸ ζωοποιὸν, τὸ τῆς θεογνωσίας πῦρ, τὸ τῶν ἀκανθῶν τῆς ἀσεβείας δαπανητικὸν, τὸ τῶν εὐσεβῶν σπερμάτων αὐξητικὸν, τὸ τῶν παρὰ φύσιν τμητικὸν καὶ ἐκριζωτικὸν, καὶ τῶν κατὰ φύσιν ἀγαθῶν φυτουργικὸν καὶ γεωργικὸν, ἵνα ὥσπερ ἑκουσίως τῇ ἀπάτῃ συναπήχθη καὶ τὸν προμεμαρτυρημένον ἐκ παρακοῆς θάνατον αὐθαιρέτως ἐπεσπάσατο ὁ ἄνθρωπος, οὕτως αὖθις ἐκνίψας τῆς καρώσεως ἐπιγνῷ τὸ δέον, καὶ θεῷ διὰ τῆς ἐξαγορεύσεως καὶ τῆς πρὸς αὐτὸν νεύσεως προσοικειωθῇ.

7 Τοῦτο τὸ θεῖον καὶ φωτιστικὸν πῦρ ἀνῆψεν καὶ ἀνεπύρσευσεν πρὸς τὴν τῶν Ἰουδαίων σωτηρίαν καὶ ἐν Λαζάρῳ ὁ Κύριος, ὡς ἀξίαν πίστεως αἴσθησιν παρέχων αὐτοῖς εἰς τὸ σῴζεσθαι. Τοῖς γὰρ ἀπίστοις ἀεὶ τὰ σημεῖα καὶ οὐ τοῖς πιστεύουσιν δίδοται σωτηρίας ἀφορμή. Ἀντιλεγόντων γὰρ αὐτῶν καὶ ἀντιμαχομένων τῇ ἀληθείᾳ, διὰ τῶν θεοδυνάμων ἔργων ἑαυτὸν ἐνεφάνιζεν θεὸν εἶναι ἀναντιρρήτως, ὥς που αὐτός φησιν· «εἰ ἐμὲ οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κᾀγὼ ἐν τῷ Πατρί·» τοῦτ' ἔστιν ὡς ἀπαύγασμα ἡλίου ἐν ἡλίῳ καὶ ὡς ὁ ἥλιος ἐν ἀκτῖνι ἀμερίστως καὶ ἀπαραλλάκτως διὰ τὸ ὁμοούσιον καὶ αὐτοσθενές· καὶ ἑτέρωθι· «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·» καθάπερ ἐν τῷ καρπῷ τὸ δένδρον ἐπιγινώσκεται· καὶ ἀλλαχοῦ· «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» τὸ ἰσότιμον καὶ ἰσοδύναμον ὑπερδεικνύων· ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.

8 «Ἐποίησαν αὐτῷ, φησὶν, δεῖπνον· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων αὐτῷ·» μεγαλοπρεπῶς ἄγαν πρὸς πίστωσιν ἀληθινὴν τῆς ἀφαντασιάστου ἀναστάσεως τοῦ σεσωσμένου· οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος μετὰ τὴν σωτήριον αὐτοῦ ἀνάστασιν ἐνεφάνιζεν ἑαυτὸν τοῖς γνησίοις αὐτοῦ μαθηταῖς, λαβὼν καὶ φαγὼν ἐν ὀφθαλμοῖς αὐτῶν νόμῳ φύσεως ἀνθρώπων. ∆ιὰ τοῦτο καὶ νῦν ὁ τῷ δεσποτικῷ προστάγματι φύσεως καὶ θανάτου νόμον νικήσας, οὗτος τῷ δεσπότῃ συνεδείπνει, ὁ ἀναστὰς τῷ ἀναστήσαντι συνευφραίνετο, ὁ πηλὸς τῷ πλαστουργῷ συνανέκειτο, ὁ τὸ σκότος ἀποδράσας τῷ φωτὶ συνεώρταζεν, ὁ ἐν δεσμοῖς ἐφαλλόμενος τῷ λύοντι πεπεδημένους ἐν ἀνδρείᾳ συνέχαιρεν, ὁ ἐν αὐταῖς ταῖς ἡνίαις τοῦ θανάτου, λέγω δὴ τοῖς σπαργάνοις, τὸν ᾅδην ῥοιζήματι εὐτόνως ἀπατήσας τῷ ἐγείραντι Κυρίῳ συνειστιᾶτο.

9 Ἀλλ' ἐρῶ πρὸς σέ· διάνοιξον ἡμῖν, ὦ θεία κεφαλὴ, Ἰωάννη, τὰς ἱεράς σου πλάκας· ἀδυνατοῦμεν γὰρ περιδράξασθαι τὸ ἀχανὲς βάθος τοῦ θαύματος. Ναὶ, φησὶν, συνανέκειτο τῷ Ἰησοῦ Λάζαρος, ὁ παλαιὸς καὶ νέος ἄνθρωπος, ὃν ἐκάλεσεν ἐκ τῆς φθορᾶς διὰ λόγου ζῶντος καὶ παντοδυνάμου εἰς ζωήν· συνανέκειτο ὁ νεοπαγὴς ὡσεὶ τίτθῃ τῷ νεὰν γέννησιν ἀνθρώπων ἐν προστάγματι ἀναδείξαντι· νόμος γὰρ τοῖς Ἰουδαίων γεννήμασι ταῖς λεχοῦσι συνανακεῖσθαι ἐμπιμπλαμέναις χαρᾶς. «Ἡ γὰρ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἄνθρωπος ἐγεννήθη εἰς τὸν κόσμον.»

10 Οὕτω καὶ ὁ Κύριος ἡμῶν μέλλων ἐγείρειν ἐξ ᾅδου τὸν Λάζαρον, ἐδάκρυε μὲν ὁ φιλοικτίρμων καὶ κατεσπλαγχνίσθη, τὴν τοῦ ἀνθρώπου φύσιν φθειρομένην ὁρῶν καὶ τοῖς συνελθοῦσιν ἅμα σκυθρωπάζων, ἐνεβριμήσατο δὲ ἀοράτως τῷ