2
ΚΕΦΑΛ. Αʹ. Εἴ τις βούλοιτο εὐῶδες θυμίαμα σκευάσαι, τὸν διαφανῆ λίβανον, καὶ τὴν κασσίαν καὶ τὸν ὄνυχα, καὶ τὴν στάκτην ἐξίσου συνθήσει κατὰ τὸν νόμον. Ταῦτα δέ ἐστιν ἡ τετρὰς τῶν ἀρετῶν· ἐὰν γὰρ πληρέσταται, καὶ ἴσαι τυγχάνωσιν, οὐ προδοθήσεται ὁ νοῦς.
ΚΕΦΑΛ. Βʹ. Καθαρθεῖσα ψυχὴ διὰ τῆς τῶν ἀρετῶν πληρότητος ἀκλόνητον τὴν τάξιν τοῦ νοῦ κατασκευάζει, δεκτικὸν αὐτὸν ποιοῦσα τῆς ζητουμένης καταστάσεως.
ΚΕΦΑΛ. Γʹ. Ἡ προσευχὴ, ὁμιλία ἐστὶ νοῦ πρὸς Θεόν· ποίας οὖν δεῖται καταστάσεως ὁ νοῦς, ἵνα ἡσυχάσῃ ἀμεταστρόφως ἐκσταθῆναι πρὸς τὸν οἰκεῖον ∆εσπότην, καὶ συνομιλεῖν αὐτῷ μηδενὸς μεσιτεύοντος;
ΚΕΦΑΛ. ∆ʹ. Εἰ τῇ ἐπὶ γῆς βάτῳ φλεγομένῃ προσεγγίσαι πειράσας Μωϋσῆς κωλύεται, ἄχρις οὗ λύσει τὸ ὑπόδημα τῶν ποδῶν, πῶς αὐτὸς τὸν ὑπὲρ πᾶσαν ἔννοιαν καὶ αἴσθησιν ἰδεῖν βουλόμενος, καὶ συνόμιλος αὐτῷ γενέσθαι, οὐ λύεις ἐκ σοῦ πᾶν νόημα ἐμπαθές;
ΚΕΦΑΛ. Εʹ. Πρότερον περὶ λήψεως δακρύων προσεύχου, ἵνα διὰ τοῦ πένθους μαλάξῃς τὴν ὑπάρχουσαν ἐν τῇ ψυχῇ σου ἀγριότητα, καὶ ἐξαγορεύσας κατὰ σοῦ τὴν ἀνομίαν σου τῷ Κυρίῳ, παρ' αὐτοῦ ἀφέσεως τεύξῃ. 79.1169
ΚΕΦΑΛ. ςʹ. Κέχρησο τοῖς δάκρυσι πρὸς παντὸς αἰτήματος κατόρθωσιν· λίαν γὰρ χαίρει σου ὁ ∆εσπότης ἐν δάκρυσι προσευχὴν δεχόμενος.
ΚΕΦΑΛ. Ζʹ. Ἐὰν πηγὰς δακρύων ἐκχέῃς ἐν τῇ προσευχῇ σου, μηδαμῶς ἐπαίρου ἐν σεαυτῷ, ὡς ὑπὲρ τοὺς πολλοὺς ὤν· βοήθειαν γὰρ προσείληφεν ἡ προσευχή σου, ἵνα δυνηθῇς προθύμως ἐξαγορεύειν σου τὰς ἁμαρτίας, καὶ ἐξευμενίσασθαι τὸν ∆εσπότην διὰ τῶν δακρύων.
ΚΕΦΑΛ. Ηʹ. Μὴ οὖν εἰς πάθος τρέψῃ τὸ τῶν παθῶν ἀλέξημα, ἵνα μὴ πλέον παροργίσῃς τὸν δεδωκότα τὴν χάριν· πολλοὶ δακρύοντες ὑπὲρ ἁμαρτιῶν, ἐπιλαθόμενοι τοῦ τῶν δακρύων σκοποῦ, μανέντες ἐξεπλάγησαν.
ΚΕΦΑΛ. Θʹ. Στῆθι ἐμπόνως, καὶ προσεύχου εὐτόνως, καὶ ἀποστρέφου τὰς τῶν φροντίδων καὶ διαλογισμῶν ἐπιτεύξεις· ταράττουσι γὰρ καὶ θορυβοῦσί σε, ἵνα ἐκλύσωσι τοῦ τόνου.
ΚΕΦΑΛ. Ιʹ. Ὅταν ἴδωσιν οἱ δαίμονες προθυμούμενόν σε ἀληθῶς προσεύξασθαι, τότε ὑποτίθενται νοήματά τινων πραγμάτων δῆθεν ἀναγκαίων, καὶ μετὰ βραχὺ ἐπαίρουσι τὴν περὶ αὐτῶν μνήμην, κινοῦντες τὸν νοῦν πρὸς ζήτησιν αὐτῶν, καὶ ὡς μὴ εὑρίσκων σφόδρα λυπεῖται, καὶ ἀθυμεῖ· ἡνίκα δὲ στῇ εἰς προσευχὴν, ὑπομιμνήσκουσιν αὐτὸν τῶν ζητηθέντων, καὶ μνημονευθέντων, ἵνα χαυνωθεὶς ὁ νοῦς πρὸς γνῶσιν αὐτῶν ἀπολέσῃ τὴν εὔκαρπον προσευχήν. ΚΕΦΑΛ. ΙΑʹ. Ἀγωνίζου στῆσαι τὸν νοῦν σου, κατὰ τὸν καιρὸν τῆς προσευχῆς κωφὸν, καὶ ἄλαλον, καὶ δυνήσῃ προσεύξασθαι.
ΚΕΦΑΛ. ΙΒʹ. Ἡνίκα ἀπαντήσει σοι πειρασμὸς, ἢ ἀντιλογία, ἢ ἐρεθίσῃ, ἢ πρὸς τὴν δι' ἐναντίας ἄμυναν κινῆσαι θυμὸν, ἢ ῥῆξαι φωνήν τινα, μνήσθητι τῆς προσευχῆς καὶ τοῦ κατ' αὐτὴν κρίματος· καὶ εὐθέως ἡ ἔν σοι ἄτακτος κίνησις ἠρεμήσει.
ΚΕΦΑΛ. ΙΓʹ. Ὅσα ἂν ποιήσῃς πρὸς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς σκάνδαλόν σοι γενήσεται ἐν καιρῷ προσευχῆς.
ΚΕΦΑΛ. Ι∆ʹ. Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα. ΚΕΦΑΛ. ΙΕʹ. Προσευχή ἐστι χαρᾶς καὶ εὐχαριστίας πρόβλημα. 79.1172 ΕΦΑΛ. Ιςʹ. Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.