1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

2

λόγῳ δὲ ὡς οἶμαι οὐδεὶς ἐξουθενεῖ σοφίαν καὶ παιδείαν. γ Ὥσπερ ἡ κορυφὴ καὶ ὁ τράχηλος δηλοῖ ἐνταῦθα τὸν νοῦν, οὕτω καὶ ὁ στέφανος καὶ ὁ κλοιὸς ἐνταῦθα σημαίνει τὴν γνῶσιν. αὕτη γὰρ ἡ συνήθεια τοῦ πνεύματος τοῦ ἁγίου, πολλοῖς ὀνόμασιν ὀνομάζειν τὸν θεόν τε καὶ τοὺς ἀγγέλους αὐτοῦ, καὶ τὸν νοῦν καὶ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν, καὶ τὴν κακίαν καὶ τὴν ἀγνωσίαν, καὶ αὐτὸν τὸν διάβολον καὶ τοὺς ἀγγέλους αὐτοῦ. οὐχ ἁπλῶς δὲ τίθησι τὰ ὀνόματα, ὥς τινες οἴονται· διαφόρων γὰρ ἐνεργειῶν εἰσὶν γνωρίσματα, θεοῦ δὲ διὰ τῶν ἀγγέλων ἐν ἡμῖν ἐνεργοῦντος καὶ ἡμῶν ἐν αὐτῷ, δαιμόνων δὲ πρὸς ἡμᾶς καὶ ἡμῶν πρὸς αὐτούς. δ Ἡ κτῆσις τοῦ δικαίου ἐστὶν σοφία καὶ σύνεσις καὶ φρόνησις· κτῆσαι γάρ φησιν σοφίαν, καὶ κτῆσαι σύνεσιν, καὶ ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν. καταλαμβάνονται δὲ τὴν κτῆσιν ταύτην οἱ ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων παρὰ θεῷ, ἵνα τυφλωθεὶς ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων. 78 ε Τούτους σκυλεύουσιν οὓς νικῶσιν οἱ δαίμονες, λαμβάνοντες ἀπ' αὐτῶν τὴν τοῦ θεοῦ πανοπλίαν, τὴν περικεφαλαίαν καὶ τὸν θώρακα καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα θεοῦ.

Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσίν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας ἀντιλαμβάνοντες. κοινὸν δέ ἐστιν ὃ μὴ τοῦ ἑνός ἐστι θεοῦ. ∆ίκτυόν ἐστιν κόλασις αἰώνιος παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπ' ἀπωλείᾳ τῶν κακῶς ἀπ' αὐτῶν ἐκφύντων πτερῶν. Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ καὶ ἡ ἔξοδος τῶν υἱῶν Ἰσραήλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα. τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατείαν λέγει· Πλάτυνον γάρ φησιν τὸ στόμα σου, καὶ πληρώσω αὐτό· καὶ Πλατύνθητε δὴ καὶ ὑμεῖς, ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος. καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς ὑμνεῖται ἡ σοφία· ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ ∆αυὶδ λέγων· Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ, τοῦτ' ἔστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει. Ἀνοίξατε γάρ μοί φησιν πύλας δικαιοσύνης· καὶ Οἱ δυνάσται θυμώδεις εἰσίν, οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας, καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς. Πῶς οὖν ἔμπροσθέν φησιν Σολομών· Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται; ἢ τάχα οὕτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύσαντος τῶ Χριστῷ· τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν.

Πολιορκία ἐστὶν διδασκαλία ἠθική, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα. Εἰ ἐφ' ἡμῶν ἐστὶν θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτεξούσιοι. ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος. Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ. Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ, ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. 79 Νῦν τὴν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. οὕτω καὶ ὁ ∆αυὶδ λέγει· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ πάλιν· Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστίν, καὶ πῶς τῆς τοῦ θεοῦ