2
31 Γέροντας μὲν θυμοῦ, τοὺς δὲ νέους γαστρὸς κρατεῖν παρακάλει· τοὺς μὲν γὰρ οἱ ψυχικοί, τοὺς δὲ ἐπὶ πλεῖστον οἱ σωματικοὶ διαμάχονται δαίμονες.
32 Ἔμφραττε στόματα τῶν καταλαλούντων ἐν ἀκοαῖς σου· καὶ μὴ θαυμάσῃς ὑπὸ πλείστων κατηγορούμενος· οὗτος γὰρ ὁ πειρασμὸς ἐκ δαιμόνων· τὸν γὰρ γνωστικὸν ἐλεύθερον εἶναι δεῖ μίσους καὶ μνησικακίας, καὶ μὴ βουλομένων.
33 Λέληθεν ἴσως ἑαυτὸν θεραπεύων ὁ διὰ τὸν Κύριον τοὺς ἀνθρώπους ἰώμενος· ὃ γὰρ προσάγει φάρμακον ὁ γνωστικός, τὸν μὲν πλησίον ἐνδεχομένως, ἑαυτὸν δὲ ἀναγκαίως ἰᾶται.
36 Λανθανέτω τοὺς κοσμικοὺς καὶ τοὺς νέους ὁ περὶ κρίσεως ὑψηλότερος λόγος, γεννῶν ῥᾳδίως τὴν καταφρόνησιν· οὐ γὰρ ἴσασιν ὀδύνην ψυχῆς λογικῆς καταδικασθείσης τὴν ἄγνοιαν.
37 Ὁ ἅγιος Παῦλος ὑποπιάζων ἐδουλαγώγει τὸ σῶμα· μὴ ἀμελήσῃς οὖν τῆς διαίτης ἐν τῇ ζωῇ σου καὶ μὴ καθυβρίσῃς τὴν ἀπάθειαν σώματι παχεῖ ταπεινώσας αὐτήν.
38 Μὴ μεριμνήσῃς περὶ βρωμάτων ἢ ἐνδυμάτων, ἀλλὰ μέμνησο τοῦ Ἀβενὴρ τοῦ λευίτου ὃς τὴν κιβωτὸν ὑποδεξάμενος τοῦ Κυρίου, πλούσιος ἐκ πενήτων καὶ ἔνδοξος ἐξ ἀτίμων γέγονε.
41 Πᾶσα πρότασις ἢ γένος ἔχει κατηγορούμενον, ἢ διαφοράν, ἢ εἶδος, ἢ ἴδιον, ἢ συμβεβηκός, ἢ τὸ ἐκ τούτων συγκείμενον· οὐδὲν δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τῶν εἰρημένων ἔστι λαβεῖν. Σιωπῇ προσκυνείσθω τὸ ἄρρητον.
42 Πειρασμὸς γνωστικοῦ ἐστιν ὑπόληψις ψευδὴς περὶ τὸν νοῦν ἱσταμένη τοῦ ὑπάρχοντος μὲν ὡς μὴ ὑπάρχοντος, τοῦ δὲ μὴ ὑπάρχοντος ὡς ὑπάρχοντος, καὶ τοῦ ὑπάρχοντος μὲν μὴ οὕτως δὲ ὑπάρχοντος ὥσπερ γέγονε.
44 Τέσσαρας ἀρετὰς καὶ τῆς θεωρίας αὐτῆς, παρὰ τοῦ δικαίου Γρηγορίου μεμαθήκαμεν εἶναι, φρόνησιν καὶ ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην· καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτους γὰρ ὑπὸ τῆς σοφίας μόνης δηλοῦσθαι παραδέδωκεν· ἀνδρείας δὲ τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι καὶ πολεμούμενον, καὶ μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα· τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι τὰ σπέρματα καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα, τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο εἶναι· δικαιοσύνης δὲ πάλιν, τὸ κατ' ἀξίαν ἑκάστῳ τοὺς λόγους ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσαν, τὰ δὲ δι' αἰνιγμάτων σημαίνουσαν, τινὰ δὲ καὶ φανεροῦσαν πρὸς ὠφέλειαν τῶν ἁπλουστέρων.
45 Τῆς ἀληθείας ὁ στύλος ὁ καππαδόκης Βασίλειος· τὴν μὲν ἀπὸ ἀνθρώπων, φησίν, ἐπισυμβαίνουσαν γνῶσιν, προσεχὴς μελέτη καὶ γυμνασία κρατύνει· τὴν δὲ ἐκ Θεοῦ χάριτος ἐγγινομένην, δικαιοσύνη καὶ ἀοργησία καὶ ἔλεος· καὶ τὴν μὲν προτέραν, δυνατὸν καὶ τοὺς ἐμπαθεῖς ὑποδέξασθαι· τῆς δὲ δευτέρας οἱ ἀπαθεῖς μόνοι εἰσὶ δεκτικοί· οἳ καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς τὸ οἰκεῖον φέγγος τοῦ νοῦ περιλάμπον αὐτοὺς θεωροῦσιν.
46 Τῶν Αἰγυπτίων ὁ ἅγιος φωστὴρ Ἀθανάσιος· τὴν τράπεζαν, φησί, Μωϋσῆς εἰς τὸ βόρειον μέρος στῆσαι προστάσσεται· γινωσκέτωσαν οἱ γνωστικοὶ τίς ὁ πνέων ἐστὶ κατ' αὐτῶν, καὶ πάντα πειρασμὸν γενναίως ὑπομενέτωσαν, καὶ μετὰ προθυμίας τοὺς προσιόντας τρεφέτωσαν.
47 Ἔλεγεν ὁ τῆς Θμουϊτῶν ἐκκλησίας ἄγγελος Σαραπίων ὅτι ὁ νοῦς μὲν πεπωκὼς πνευματικὴν γνῶσιν τελείως καθαίρεται, ἀγάπη δὲ τὰ φλεγμαίνοντα μόρια τοῦ θυμοῦ θεραπεύει· πονηρὰς δὲ ἐπιθυμίας ἐπιρρεούσας ἵστησιν ἐγκράτεια.
48 Τοὺς περὶ προνοίας καὶ κρίσεως κατὰ σαυτὸν ἀεὶ γύμναζε λόγους, φησὶν ὁ μέγας καὶ γνωστικὸς διδάσκαλος ∆ίδυμος, καὶ τούτων τὰς ὕλας διὰ μνήμης φέρειν