1

 2

2

ἐξευρεῖν Θεοῦ φύσιν ἢ ἀρχήν. Τριάδα μὴ περιεργάζου, ἀλλὰ μόνον πίστευε, καὶ προσκύνει· ὁ γὰρ περιεργαζόμενος οὐ πιστεύει.

Κτήσασθε σοφίαν καὶ μὴ ἀργύριον, ποιήσατε φωτεινὸν ἔνδυμα Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ὑπὲρ πᾶσαν στολὴν βυσσίνην, ὅτι οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θανάτου. Ὥσπερ πῦρ καταναλίσκει δρυμὸν, οὕτω καταναλωθήσεται πᾶς ἁμαρτωλὸς ὑπὸ τοῦ αἰωνίου πυρὸς, καὶ οὐ δύναται τελευτῆσαι· ἀθάνατα γὰρ βασανισθήσεται. Οὐδὲν μέγα, εἰ γινόμεθα δίκαιοι, ὃ γὰρ ἐκτίσθημεν ὑπὸ τοῦ Θεοῦ πρῶτον, καλοὶ λίαν, τοῦτο γενησόμεθα 79.1240 Ὁ παρὰ φύσιν βιῶν, οὐ τηρεῖ ἐντολὰς Θεοῦ. Πᾶσα σοφία φοβεῖσθαι τὸν Κύριον, πᾶσα δὲ παιδεία ἡ μὴ διδάσκουσα νόμον Κυρίου, μωρία ἐστὶ καὶ ἀφροσύνη. Οὐ ῥύσεται πίστις καὶ βάπτισμα τοῦ αἰωνίου πυρὸς, χωρὶς ἔργων δικαιοσύνης.

Εἰ γὰρ συνετάξω τῷ Χριστῷ, τήρει τὰς ἐντολὰς αὐτοῦ, καὶ εἰ πιστεύεις τὰ μέλλοντα, ἀντιποιοῦ τῆς δόξης τῆς αἰωνίου, καὶ φοβήθητι τὴν φλογίνην ῥομφαίαν· εἰ δὲ οὐ κατορθοῖς τὰ προστάγματα τοῦ Θεοῦ, μὴ λέγε πιστὸν σεαυτόν. Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ, ὁ δὲ ἄνθρωπος μόνος ἀπειθεῖ, δι' ὃν γέγονε τὰ πάντα. Οὐδὲν παρέξομεν Θεῷ εἰ τηρήσομεν ἑαυτοὺς ἁγνοὺς, ἀλλ' ἑαυτοῖς ζωὴν προξενήσομεν, καὶ ἀπόλαυσιν ἀνεκλάλητον τῶν αἰωνίων ἀγαθῶν. Μὴ εἴπῃς, ὅτι Οὐ δύναμαι τηρῆσαι ἢ διὰ πατέρα, ἢ διὰ μητέρα, ἢ διὰ γυναῖκα, ἢ διὰ τέκνα, ἢ δι' ἕτερόν τινα, τὴν τοῦ Θεοῦ ἐντολὴν, οὐ γὰρ ἐκεῖνοί σε ῥύσονται τῆς ἐπικειμένης ὀργῆς, καὶ τοῦ ἀτελευτήτου σκώληκος. Ἔστω δέ σοι πᾶς ὁ ἐναντιούμενος πρὸς κατόρθωσιν Θεοῦ, καὶ ἀρετῶν, βδελυκτὸς καὶ μισητὸς, τῷ τοιούτῳ μηδὲ συνεσθίειν καλόν.