2
ἐν δὲ τῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν παρρησίαν ἄγει. Ἄκρον δὲ τεῖχος αὐτῆς τὴν ἄκραν ἀπάθειαν λέγει, εἴπερ «οἱ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος», ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ ∆αυὶδ λέγων· «οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ», τουτέστιν τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πύλας δὲ δυναστῶν τὰς ἀρετὰς τῶν σοφῶν λέγει· «ἀνοίξατε γάρ μοι, φησίν, πύλας δικαιοσύνης» καὶ «οἱ δυνάσται θυμώδεις εἰσίν· οἶνον μὴ πινέτωσαν, ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρίνειν οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς». 13 1, 26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται»; Ἢ τάχα οὕτως χαίρει ἡ σοφία ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου καὶ ἐπὶ τῇ τοῦ λῃστοῦ ἀπωλείᾳ τοῦ πιστεύσαντος τῷ Χριστῷ. Τοῦ μὲν γὰρ τὸν λῃστὴν ἡ σοφία, τοῦ δὲ τὸν τελώνην ἀπώλεσεν. 14 1, 27.1-3 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ ἢ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία Πολιορκία ἐστὶν διδασκαλία ἠθικὴ τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα. 15 1, 30.1 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς Εἰ ἐφ' ἡμῖν ἐστιν τὸ θέλειν προσέχειν ταῖς τῆς σοφίας βουλαῖς καὶ μὴ θέλειν προσέχειν, γεγόναμεν αὐτεξούσιοι. Ὅμοιον τούτῳ ἐστὶν καὶ τὸ «ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». 16 1, 32.1 ἀνθ' ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων ἐστίν, οὕτως καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσίν, μήτε δαίμονες ὄντες, μήτε ἄγγελοι χρηματίζοντες μέχρι τῆς συντελείας τοῦ αἰῶνος. 17 1, 33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐν ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ.
18 2, 1 υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ, 2, 2.1
ὑπακούσεται σοφίας τὸ οὖς σου Οὗτος κρύπτει τὴν ἐντολὴν τοῦ θεοῦ ὁ ποιῶν αὐτήν, εἴπερ καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς ἁρπάζειν λέγονται. 19 2, 3.1-2 ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου Νῦν φωνὴν τὴν ἀπάθειαν τῆς ψυχῆς ὀνομάζει· αὕτη γὰρ πέφυκεν ἐπικαλεῖσθαι γνῶσιν θεοῦ. Οὕτω καὶ ὁ ∆αυὶδ λέγει· «φωνῇ μου πρὸς κύριον ἐκέκραξα»· καὶ πάλιν· «πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» 20 2, 5 τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις Τότε συνήσεις πῶς ὁ φόβος τοῦ κυρίου ἀρχὴ σοφίας ἐστὶν καὶ πῶς τῆς τοῦ θεοῦ γνώσεως γίνεται πρόξενος. Προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν πρὸς τὸ δυνηθῆναι συνιέναι φόβον κυρίου. Καὶ προσάξομεν δὲ ταῦτα τοῖς τὴν μὲν σοφίαν καὶ τὴν σύνεσιν ἐξουθενοῦσιν, καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν θεὸν ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. 21 2, 9 τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς Ἄξονας λέγει τὰς ἐντολὰς τοῦ θεοῦ τὰς ἀγούσας ἡμᾶς ἐπὶ τὴν γνῶσιν τὴν τοῦ θεοῦ. Καὶ ὁ ∆αυίδ φησιν· «διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην.» 22 2, 12 ἵνα ῥύσηται ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν Οἱ μὲν ἅγιοι ἄγγελοι πάντα λαλοῦσι πιστά· ἄνθρωποι δὲ τὰ μὲν πιστά, τὰ δὲ ἄπιστα· ὁ δὲ διάβολος οὐδὲν πιστόν, ἀντὶ τοῦ οὐ πίστεως ἄξιον. Ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, εἴγε ἄνθρωπος πονηρὸς ἐπέσπειρε τὰ ζιζάνια. 23 2, 17 υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη Εἰ ἡ βουλὴ ποιὰ νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; Πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζῴου λογικοῦ τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται.