1

 2

 3

 4

 5

 6

2

ἱκανῶς τὴν διάνοιαν. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι, (προοιμιά σομαι γὰρ πρὸς ὑμᾶς ἐκ τοῦ μεγαλοφωνοτάτου ∆αβίδ); Ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, μέγα τι τὸν ἐνταῦθα βίον, καὶ τὴν τρυφὴν, καὶ τὸ μικρὸν δοξάριον, καὶ τὴν ταπεινὴν δυναστείαν, καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες; Ἃ μὴ τῶν ἐχόντων μᾶλλόν ἐστιν ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων· ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενά τε καὶ μεταῤῥιπτούμενα, ἢ ὥσπερ καπνὸς διαῤῥέοντα, καὶ ὡς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα· οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν.

Εʹ. Οὐκ ἀναβλέψομεν εἰς τὸν οὐρανὸν ἄνω; οὐκ ἐκνήψομεν; οὐ τῶν ὀφθαλμῶν τὴν λήμην περιαιρή σομεν; οὐκ εἰσόμεθα, τίς ὁ ἀληθινὸς πλοῦτος, καὶ τίς ἡ ὄντως λαμπρότης, καὶ ποῦ τὸ μὴ διαπῖπτον ἀξίωμα; τίς ἡ ἀπέραντος εὐδαιμονία, καὶ ποῦ τὸ ἀσάλευτον ἀγαθὸν, μηδὲ μεθιστάμενον, ἢ ἐπι βουλευόμενον; Οὐ κτησόμεθα ταῦτα πολλοῖς ἱδρῶσι καὶ πόνοις, ἂν οὕτω συμβαίνῃ; οὒκ, εἴ τι δεῖ τρυ φᾷν ἐντεῦθεν, ἐν ταῖς ἐλπίσι τρυφήσομεν; οὐ γνω σόμεθα τοὺς ἁγίους μάρτυρας, τούς τε ἄλλους πάντας, οἳ πᾶσαν διειλήφασι τὴν οἰκουμένην, ὥσπερ τινὲς κοινοὶ σύνδεσμοι, καὶ ὧν ἡ παροῦσα πανήγυ ρις; Ὑπὲρ τίνος τραύματα, καὶ δεσμὰ, καὶ στρε βλώσεις, καὶ πυρὸς ἀπειλὴν, καὶ ξιφῶν ἀκμὴν, καὶ 35.1049 θηρῶν ἀγριότητα, καὶ σκότος, καὶ λιμὸν, καὶ βάρα θρα, καὶ χρημάτων ἁρπαγὰς, καὶ μελῶν ἀποβολὰς, καὶ θανάτους τὸ τελευταῖον, καὶ πάντα προθύμως ὑπέστησαν, ὥσπερ ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν; ἵνα τί γένωνται, καὶ τίνα κληρονομήσωσιν, ἢ πᾶσι δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν; Οὐ μετὰ τῆς αὐτῆς ἐλπίδος, ὑπὸ τῷ αὐτῷ βραβευτῇ καὶ ἀγωνοθέτῃ, πρὸς τὸν αὐτὸν παραταξόμεθα τύ ραννον, τὸν πικρὸν καὶ τότε καὶ νῦν τῶν ψυχῶν διώκτην, τὸν ἀόρατον ἐχθρὸν καὶ πολέμιον; Οὐκ ἀνδριούμεθα παραπλησίως ὥσπερ ἐν κοινῷ θεάτρῳ τῷδε τῷ κόσμῳ, εἰ καὶ μὴ ἀκμῇ τοῦ κινδύνου ταχεῖαν ἐχούσῃ καὶ τὴν ἀπαλλαγὴν, ἀλλὰ τοῖς γε καθ' ἑκάστην ἡμέραν ἀγωνίσμασι καὶ πα λαίσμασιν, ἵνα καὶ τῶν αὐτῶν στεφάνων ἀξιωθῶμεν, ἢ ὅτι ἐγγυτάτω;

ςʹ. Ἐγὼ μὲν παντὶ διακελεύομαι, καὶ ἀνδρὶ καὶ γυναικὶ, καὶ πρεσβύτῃ καὶ νέῳ, ἀστικῷ τε αὖ καὶ ἀγροίκῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι (καὶ γὰρ ὁ αὐτὸς ἀγὼν καλεῖ πάντας), πρὸς τοῦτον ἀποδύεσθαι προθύμως, καὶ μὴ μαλακίζεσθαι, μηδὲ μέλλειν, μηδὲ προΐεσθαι τὸν καιρὸν, οὗ πάλιν τυ χεῖν ἀμήχανον. Ἐργασίας γὰρ ὁ παρὼν, ὁ δὲ μέλλων ἀνταποδόσεως. Ἐγείρεσθε, ἄγωμεν ἐν τεῦθεν, ἠκούσατε τοῦ Σωτῆρος λέγοντος, οὐ μᾶλλόν τι τοὺς τότε μαθητὰς ἐκ τοῦ τόπου τῆς Ἰουδαίας ἀπάγοντος, ἀλλὰ καὶ τοὺς ὕστερον ἅπαντας ἐντεῦθεν ἀπανιστάντος, καὶ πρὸς ἑαυτὸν ὑψούμενον ἕλ κοντος, ὡς ἡ ὑπόσχεσις. Ἀκολουθήσωμεν ἀγαθῷ ∆εσπότῃ· φύγωμεν τὰς κοσμικὰς ἐπιθυμίας, φύγω μεν τὸν πλάνον κόσμον καὶ κοσμοκράτορα, γενώμεθα καθαρῶς τοῦ ποιήσαντος, τιμήσωμεν τὴν εἰκόνα, αἰδεσθῶμεν τὴν κλῆσιν, μεταθώμεθα τὴν ζωήν. Τί ποιοῦμεν ἡμᾶς αὐτοὺς ταπεινοὺς, ὑψηλοὶ γεγονότες; Τί τοῖς ὁρωμένοις ἐγκαταμένομεν;

Ζʹ. Ἕκαστος, ὅ τι ἂν οἷός τε ᾖ, καρποφορείτω τῷ Θεῷ ἐν καιρῷ παντὶ, καὶ ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, κατὰ τὸ μέτρον τῆς παρούσης αὐτῷ δυνάμεως, κατὰ τὸ δοθὲν αὐτῷ χάρισμα· ἵνα πᾶσι μέτροις τῆς ἀρετῆς, πάσας τὰς ἐκεῖθεν μονὰς πληρώ σωμεν, τοσοῦτον θερίσαντες, ὅσον ἐσπείραμεν, μᾶλλον δὲ τοσοῦτον ἐναποθέμενοι ταῖς θείαις ληνοῖς, ὅσον ἐγεωργήσαμεν. Εἰσφερέτω τις, ὁ μὲν χρή 35.1052 ματα, ὁ δὲ τὸ μηδὲν ἔχειν· ὁ μὲν τὸ προθυμεῖ σθαι, ὁ δὲ τὸ τὸν προθυμούμενον ἀποδέχεσθαι· ὁ μὲν πρᾶξιν ἐπαινετὴν, ὁ δὲ θεωρίαν εὔστοχον· ὁ μὲν λόγον καίριον, ὁ δὲ σιωπὴν εὔλογον· ὁ μέν τις διδα σκαλίαν ἄπταιστον καὶ βίον μὴ ἀνθιστάμενον, ὁ δὲ ἀκοὴν εὐπειθῆ καὶ εὐγνώμονα· ὁ μὲν παρθενίαν ἁγνὴν καὶ