1

 2

 3

2

εἴτε φιλοτε κνίας, ὑφ' ἧς οὔτε τι τῶν πονηρῶν, οὔτε αὐτὸς παραδέχῃ, οὔτε περὶ τῶν ἄλλων ῥᾳδίως ὑπολαμβά νεις· (βραδὺ γὰρ εἰς ὑπόνοιαν κακοῦ τὸ πρὸς κα κίαν δυσκίνητον·) ἐμοὶ δὲ καὶ δεύτερον πρὸς τὸν εἴτε σὸν εἴτε καὶ ἐμὸν λαὸν τοῦτον βραχέα διαλεχθῆναι.

∆ʹ. Τετυραννήμεθα, ὦ φίλοι καὶ ἀδελφοί· ὑμᾶς γὰρ, εἰ καὶ μὴ τότε, ἀλλὰ νῦν ἐπιβοησόμεθα· τετυ 35.848 ραννήμεθα γήρᾳ πατρὸς καὶ φίλου, ἵνα μετρίως εἴπω, χρηστότητι. Καί μοι βοηθεῖτε, ὅστις ἂν οἷός τε ᾖ, καὶ δότε χεῖρα πιεζομένῳ, καὶ διελκομένῳ ὑπὸ πόθου καὶ πνεύματος· ὁ μὲν εἰσηγεῖται δρασμοὺς, καὶ ὄρη, καὶ ἐρημίας, καὶ ἡσυχίαν ψυχῆς καὶ σώμα τος, καὶ τὸν νοῦν εἰς ἑαυτὸν ἀναχωρῆσαι, καὶ συ στραφῆναι ἀπὸ τῶν αἰσθήσεων, ὥστε ὁμιλεῖν ἀκηλι δώτως Θεῷ, καὶ ταῖς τοῦ Πνεύματος αὐγαῖς καθαρῶς ἐναστράπτεσθαι, μηδενὸς ἐπιμιγνυμένου τῶν κάτω καὶ θολερῶν, μηδὲ τῷ θείῳ φωτὶ παρεμπίπτοντος, ἕως ἂν ἐπὶ τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, καὶ στῶμεν τοῦ πόθου καὶ τῆς ἐφέσεως, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ. Βούλεται τὸ δὲ εἰς μέσον ἄγειν, καὶ καρποφορεῖν τῷ κοινῷ βούλεται, καὶ τοῦτο ὠφελεῖσθαι, τὸ ὠφελεῖν ἀλλήλους, καὶ δημοσιεύειν τὴν ἔλλαμψιν, καὶ προσάγειν Θεῷ λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ἐν πλείοσι εἰκόνα κεκαθαρμένην. Κρεῖσσον γὰρ εἶναι καὶ πλεῖον, ὥσπερ φυτοῦ παράδεισον, καὶ ἀστέρος ἑνὸς οὐρανὸν ὅλον σὺν τοῖς ἑαυτοῦ κάλλεσι, καὶ μέλους σῶμα, οὕτω καὶ Θεῷ κατορθοῦντος ἑνὸς ὅλην Ἐκκλησίαν κατηρτισμένην· καὶ χρῆναι μὴ τὸ ἑαυτοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὸ τῶν ἄλλων. Ἐπεὶ καὶ Χριστὸς οὕτως, ᾧ μένειν ἐξὸν ἐπὶ τῆς ἰδίας τιμῆς καὶ θεότητος, οὐ μόνον ἐκένωσεν ἑαυτὸν μέχρι τῆς τοῦ δούλου μορφῆς, ἀλλὰ καὶ σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ἵν' ἐν τοῖς ἑαυτοῦ πάθεσιν ἀναλώσῃ τὴν ἁμαρτίαν, καὶ ἀποκτείνῃ τῷ θανάτῳ τὸν θάνατον. Ἐκεῖνα μὲν δὴ τῆς ἐπιθυμίας τὰ πλάσματα, ταῦτα δὲ τοῦ Πνεύματος τὰ διδάγματα. Μέσος δὲ ὢν πόθου καὶ πνεύματος, καὶ οὐκ ἔχων τίνι τὸ πλέον χαρίσομαι, ὅ μοι δοκῶ κάλλιστον εὑρηκέναι καὶ ἀσφαλέστατον, κοινώσομαι καὶ ὑμῖν, ἵνα μοι συνδοκιμάσητε καὶ συλλάβησθε τοῦ βουλεύματος.

Εʹ. Ἔδοξέ μοι κράτιστον εἶναι καὶ ἀκινδυνότατον, μέσην τινὰ τραπέσθαι τοῦ πόθου καὶ τῆς δειλίας, καὶ τὸ μὲν τῇ ἐπιθυμίᾳ δοῦναι, τὸ δὲ τῷ πνεύματι· τοῦτο δὲ ἂν γενέσθαι, μήτε πάντῃ φυγόντος τὴν λειτουργίαν, ὥστε ἀθετῆσαι τὴν χάριν, ἐπισφαλὲς γὰρ, μήτε μεῖζον ἢ κατ' ἐμαυτὸν ἀραμένου φορτίον, βαρὺ γάρ· καὶ τὸ μὲν κεφαλῆς ἄλλου, τὸ δὲ δυνάμεως· μᾶλλον δὲ ἀπονοίας ἀμφότερα. Εὐσεβείας δὲ εἶναι ἅμα καὶ ἀσφαλείας μετρῆσαι τῇ δυνάμει τὴν λειτουργίαν· καὶ ὥσπερ τροφῆς τὴν μὲν κατὰ δύναμιν προσίεσθαι, τὴν δὲ ὑπὲρ δύναμιν ἀποπέμψασθαι· οὕτω γὰρ σώματι μὲν εὐεξίαν παραγί 35.849 νεσθαι, ψυχῇ δὲ ἀσφάλειαν τῷ μετριάζειν ἐν ἀμφοτέροις. ∆ιὰ τοῦτο νῦν μὲν δέχομαι τῷ καλῷ πατρὶ συνδιαφέρειν τὴν ἐπιμέλειαν, ὥσπερ ἀετῷ μεγάλῳ καὶ ὑψιπέτῃ νεοσσὸς οὐκ ἄχρηστος ἐγγύθεν συμπαριπτάμενος· μετὰ δὲ τοῦτο δώσω τῷ Πνεύματι τὴν ἐμὴν πτέρυγα φέρειν ᾗ βούλεται, καὶ ὡς βούλεται· καὶ οὐδεὶς ὁ βιασόμενος, οὐδὲ ἀπάξων ἑτέρωθι, μετὰ τούτου βουλευόμενον. Ἡδὺ μὲν γὰρ πατρὸς πόνοι κληρονομούμενοι, καὶ τὸ συνηθέστερον ποίμνιον τοῦ ξένου καὶ ἀλλοτρίου· προσθείην δ' ἂν, ὅτι καὶ Θεῷ τιμιώτερον, εἰ μή με ἀπατᾷ τὸ φίλτρον, καὶ κλέπτει τὴν αἴσθησιν ἡ συνήθεια· οὔπω δὲ χρησιμώτερον τοῦ ἑκόντας ἑκόντων ἄρχειν, οὐδὲ ἀσφαλέστερον· ἐπειδὴ μὴ πρὸς βίαν ἄγειν τοῦ ἡμετέρου νόμου, μηδὲ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως. Τοῦτο μὲν γὰρ οὐδ' ἂν ἄλλην ἀρχὴν συστήσειεν, ἐπειδὴ φιλεῖ τὸ βίᾳ κρατούμενον ἐλευθεριάζειν ποτὲ καιροῦ λαβόμενον· τὴν δὲ ἡμετέραν οὐκ ἀρχὴν, ἀλλὰ παιδαγωγίαν, καὶ πάντων μάλιστα συντηρεῖ τὸ ἑκούσιον. Βουλομένων γὰρ, οὐ τυραννουμένων, τὸ τῆς εὐσεβείας μυστήριον.