2
ἐδεήθην, εἰς ἐμαυτὸν συστραφεὶς, ἐκνῆψαι καὶ γενέσθαι τῆς ἀσφαλεστέρας μοίρας καὶ κρείττονος, ἵνα, τοῦ λυποῦντος ὑπεξελθόντος, ὥσπερ ζιζανίων ἐν σπέρμα τι, καὶ τῶν φαύλων λογισμῶν εἰξάντων τοῖς ἀμεί νοσι, νικήσῃ καθαρῶς τὸ Πνεῦμα, καί με λαβὸν ἔχῃ πρὸς τὴν ἑαυτοῦ διακονίαν καὶ λειτουργίαν, πρὸς τὸν καταρτισμὸν τοῦ λαοῦ τούτου, πρὸς ψυχῶν κυβέρ 35.824 νησιν, πρὸς διδασκαλίαν τὴν ἐν λόγῳ, καὶ τὴν ἐν ἔργῳ, καὶ ὑποδείγματι, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, πρὸς ποιμαντικὴν εὔθετον, ἀποσπῶσαν κόσμου, Θεῷ προσάγουσαν, δαπανῶσαν σῶμα, πνεύματι προστιθεῖσαν, σκότος φεύγουσαν, φωτὶ χαίρουσαν, θῆρας ἐλαύνουσαν, μάνδραν συνάγουσαν, κρημνοὺς φυλασσομένην καὶ ἐρημίας, ὄρεσι καὶ ὕψεσι προσελαύνουσαν. Περὶ ὧν μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Μιχαίας λέγειν, χαμόθεν ἡμᾶς ἀνέλκων ἐπὶ τὰ ἡμέτερα ὕψη· Ἐγγίσατε ὄρεσιν αἰωνίοις. Ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, κἂν δοκῇ τισιν εἶναι τὰ χα μαιπετῆ καὶ κάτω στρεφόμενα.
∆ʹ. Ταύτην με διδάξατε τὴν ποιμαντικὴν, ὦ φίλοι λοιπὸν ἐμοὶ ποιμένες καὶ συμποιμένες. Ταύτης δότε μοι τὰ συνθήματα, σύ τε ὁ κοινὸς Πατὴρ, καὶ πολλοὺς τῷ χρόνῳ καταρτίσας καὶ παραμείψας ποιμένας, σύ τε ὁ τῆς ἐμῆς φιλοσοφίας βασανιστὴς καὶ κριτής. Ἀλλ' (ὅπως μοι φιλοσόφως δέξῃ τὸν λόγον), ἢ δυνάμεθα, καὶ ἐν μέσῃ ζάλῃ στρεφόμε νοι καὶ περιηχούμενοι, ποιμαίνειν ἐπιστημόνως, καὶ ἐκτρέφειν τὸ ποίμνιον; Ὁ φιλανθρωπότερος ἐν προβάτοις (εἰ μή μοι δυσχεραίνῃς), ἡνίκα τῆς ἀλόγου νομῆς μετείχομεν, ἢ ἐν ποιμέσιν, ἡνίκα τῆς πνευματικῆς ἠξιώθημεν. Ἔχεις μὲν, ὅπερ ἐπό θεις, ὑπὸ χεῖρας ἡμᾶς, καὶ νενίκηκας τὸν ἀήττητον· καὶ ἰδού σοι μετὰ καὶ τῶν ἄλλων ὁ λόγος, ὃν εἰδὼς ἐπεζήτεις, καὶ ὃν ἐπαινῶν, ἔβαλλες ἀργοῦντα πολλαῖς τῶν σῶν λόγων καὶ πυκναῖς ταῖς νιφά σιν.
Εʹ. Ἀλλ' ἔχω τι τῇ φιλίᾳ καὶ μέμψασθαι· τίς δικά σει μοι τῶν κοινῶν φίλων; ἢ τίς ἀδέκαστος ἔσται κριτὴς, ἵνα τὴν δικαίαν ἐνέγκῃ ψῆφον, ἀλλὰ μὴ τὸ τῶν πολλῶν πάθῃ, καὶ λάβῃ ἐν κρίσει πρόσωπον; Εἴπω κελεύεις τὴν μέμψιν, καὶ οὐκ ἐπαφήσεις μοι πάλιν τὸν λόγον; Ἐγένετό τι καὶ σοὶ πρὸς ἡμᾶς ἀπόῤῥητον, ὦ θαυμάσιε, πρᾶγμα ὄντως ἀπόῤῥη τόν τε καὶ ἄπιστον, καὶ οὔπω πρότερον περὶ 35.825 ἡμῶν ἀκουσθέν. Οὐκ ἐπείσθημεν, ἀλλ' ἐβιάσθημεν. Ὢ τοῦ θαύματος! Ὡς γέγονε πάντα καινά! Καὶ ὅσον διέστησεν ἡμᾶς! τί βούλει καὶ εἴπω, τὸν θρόνον, ἢ τὸ τῆς χάριτος μέγεθος; Πλὴν ἡγοῦ, καὶ κατευ οδοῦ, καὶ βασίλευε, καὶ ποίμαινε ἡμᾶς ποιμαίνοντας. Ὡς ἕτοιμοί γε ἡμεῖς ἕπεσθαι, καὶ ὑπὸ τῆς σῆς ποι μαντικῆς ψυχῆς ἄγεσθαι τῆς ὑψηλῆς καὶ ἐν θέου· εἰρήσεται γὰρ τἀληθὲς, εἴ τι καὶ παρὰ τὸν νό μον ἐξ ἀγάπης τετολμήκαμεν. ∆ίδαξον τὴν σὴν ἀγάπην περὶ τὰ ποίμνια, τὸ σὸν ἐπιμελές τε ὁμοῦ καὶ εὐσύνετον, τὴν ἐπιστασίαν, τὰς ἀγρυπνίας, τὴν τῶν σῶν σαρκῶν ὑποχώρησιν, ἣν τῷ πνεύματι ὑπ εχώρησαν, τὸ τοῦ σοῦ χρώματος ἄνθος τῇ ποίμνῃ κάμνοντος, τὸ ἐν πραΰτητι σύντονον, τὸ ἐν τῷ πρακτικῷ γαληνόν τε καὶ ἥμερον (πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον, οὐδὲ πολλὰ ἔχον τὰ παραδεί γματα), τοὺς ὑπὲρ τῆς ποίμνης πολέμους, τὰς νίκας ἃς ἐν Χριστῷ σὺ νενίκηκας.
ςʹ. Εἰπὲ τίσι τῶν νομῶν προσακτέον, ἐπὶ ποίας πηγὰς ἰτέον, καὶ τίνας φευκτέον, ἢ νομὰς, ἢ νάμα τα· τίνας ποιμαντέον τῇ βακτηρίᾳ, τίνας τῇ σύ ριγγι· πότε ἀκτέον ἐπὶ νομὰς, καὶ πότε ἀνακλη τέον ἀπὸ νομῶν· πῶς πολεμητέον τοῖς λύκοις, καὶ πῶς τοῖς ποιμέσιν οὐ πολεμητέον· καὶ μάλιστα ἐν τῷ νῦν καιρῷ, ὅτε ποιμένες ἠφρονεύσαντο, καὶ διέσπειραν τὰ πρόβατα τῆς νομῆς, ἵνα τοῖς ἁγιωτάτοις προφήταις τὰ αὐτὰ συνοδύρωμαι. Πῶς τὸ ἀσθενὲς ἐνισχύσω, καὶ τὸ πεπτωκὸς ἀναστήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω, καὶ τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ φυλάξω τὸ ἰσχυρόν; Πῶς ταῦτα καὶ μάθω, καὶ φυλάξω κατὰ τὸν ὀρθὸν τῆς ποιμαντικῆς λόγον, καὶ τὸν ὑμέτερον· ἀλλὰ μὴ γένωμαι κακὸς ποιμὴν, τὸ γάλα κατεσθίων, καὶ τὰ