2
Ὄφρα κε μή τι Πατρὸς καὶ Υἱέος αἰὲν ἐόντων Μεσσηγὺ στήσαντες, ἀποῤῥήξωμεν ἄνακτα Υἱὸν Πατρὸς ἄνακτος. Ὃ γὰρ πάρος ἐστὶ Θεοῖο, Ἢ χρόνος, ἠὲ θέλησις, ἐμοὶ τμῆξις θεότητος. 404 Ὡς Θεὸς, ὡς γενέτης, γενέτης μέγας. Εἰ δὲ μέγιστον Πατρὶ τὸ μή τιν' ἔχειν κεδνῆς θεότητος ἀφορμὴν, Οὔθ' ἧσσον μεγάλοιο Πατρὸς γεννήματι σεπτῷ Τοίην ῥίζαν ἔχειν. Τῷ μὴ Θεὸν εἶργε Θεοῖο. Οὐ γὰρ ἀπόπροθι Πατρὸς ἔγνως Πάϊν. Ἡ δ' ἀγένητος Φωνὴ, γέννησίς τε Πατρὸς ἄπο, οὐ θεότητος Ἔπλετο εἴδεα δισσά· τὶς ἔπλασεν, ἀμφὶ δ' ἐκείνην Ἀμφότερ' ἐκτὸς ἐόντα, φύσις δ' ἀκέαστος ἔμοιγε· Εἰ μὲν δὴ γέννησιν ἔχει Λόγος, οὔτε Πατήρ τι Σαρκὸς, ἄσαρκος ἐὼν ἐπιδέξεται (οὔποτε τόσσον Ἀνθρώπων νόος ἐστὶν ἀτάσθαλος ὥστε νοῆσαι), Καὶ Θεὸν Υἱὸν ἔχεις, γεννήτορος ἄξιον εὖχος. Εἰ δ' ἐπίηρα φέρων Πατρὸς μεγάλου θεότητι Μαψιδίως, κενεόν τε δέος πραπίδεσσι χαράσσων, 405 Τὴν μὲν ἀπαρνήσαιο, βάλοις δ' ἐς κτίσματα Χριστὸν, Ἀμφοτέρων θεότητα καθύβρισας, ὦ κενεόφρον, Τὸν μὲν Παιδὸς ἄμερσας, ὁ δ' οὐ Θεὸς, εἴπερ ἐτύχθη. Πᾶν γὰρ ὃ μή ποτε ἦν, αὐτῶν τόδε· κἄν τι Θεοῖο Τοῖς μεγάλοισι λόγοισι μένοι, καὶ ἔμπεδον εἴη. Τίς δὲ λόγος, σὲ μὲν ἔνθεν ἀφορμηθέντα, φέριστε, Τοῖς Χριστοῦ παθέεσσι Θεὸν μετέπειτα γενέσθαι, Τὸν δ' ὑπὸ δεσμὰ φέρειν, καὶ σὸν καλέειν ὁμόδουλον ∆ουλοσύνης γεράεσσι τιμώμενον ἀντὶ Θεοῖο; Εἴ μιν ἔτευξεν ἔπειτα Θεὸς μέγας ὄργανον ἐσθλὸν (Χαλκεὺς ὡς ῥαιστῆρα πονησάμενος δι' ἅμαξαν), Ὥς κεν ἔμ' Ἀρχεγόνοιο Θεὸς χειρὶ κτεατίσσῃ· Ὡδ' ἂν καὶ Χριστοῖο πέλοι κτίσις οὐρανίοιο 406 Πολλὸν ἀρειοτέρη, κείνης Λόγος εἴ περ ἕκητι Οὐ κείνη Χριστοῖο. Τίς ἂν τάδε μυθήσαιτο; Εἰ δ' ὅτι σῶμ' ὑπέδεκτο τεοῖς παθέεσσιν ἀρήγων, Τοὔνεκα καὶ θεότητι μεγακλέϊ μέτρ' ἐπιθήσεις· Ἤλιτεν ὅς σ' ἐλέῃρεν; ἐμοὶ δέ γε πλεῖον ἀγητός· Οὔτε τι γὰρ θεότητος ἀπέξεσε, καί μ' ἐσάωσεν, Ἰητὴρ δυσόδμοισιν ἐπικύψας παθέεσσιν. Ἦν βροτὸς, ἀλλὰ Θεός. ∆αβὶδ γένος, ἀλλ' Ἀδάμοιο Πλάστης. Σαρκοφόρος μὲν, ἀτὰρ καὶ σώματος ἐκτός. Μητρὸς, παρθενικῆς δέ· περίγραφος, ἀλλ' ἀμέτρητος. Καὶ φάτνη μὲν ἔδεκτο, Μάγοις δέ τε ἡγεμόνευεν Ἀστὴρ, δωροφόροι δ' ἄρ' ἔβαν, καὶ γούνατ' ἔκαμψαν. Ὡς βροτὸς ἦλθ' ἐπ' ἀγῶνα, ὑπέρσχεθε δ' ὡς ἀδάμαστος 407 Πειραστὴν τρισσοῖσι παλαίσμασιν· εἶδαρ ὑπέστη, Θρέψε δὲ χιλιάδας, ὕδωρ τ' εἰς οἶνον ἄμειψε. Λούσατο, ἀλλ' ἐκάθηρεν ἁμαρτάδας, ἀλλ' ἐβοήθη Πνεύματι βρονταίης φωνῆς ὕπο Υἱὸς Ἀνάρχου· Ὡς βροτὸς ὕπνον ἔδεκτο, καὶ ὡς Θεὸς εὔνασε πόντον. Γοῦνα κάμεν, παρέτοις δὲ μένος καὶ γούνατ' ἔπηξεν. Εὔξατο· τίς δ' ἐσάκουσε λιταζομένων ἀμενηνῶν; Ἦν θύος, ἀρχιερεὺς δέ· θυηπόλος, ἀλλὰ Θεός περ. Αἷμ' ἀνέθηκε Θεῷ, κόσμον δ' ἐκάθηρεν ἅπαντα. Καὶ σταυρός μιν ἄειρε, πάγη δ' ἥλοισιν ἁμαρτάς. Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; νεκύεσσιν ἐμίχθη, Ἔγρετο δ' ἐκ νεκύων, νεκροὺς δ' ἀνέγειρε πάροιθεν Ἐκεῖνα βροτέης πενίης, ὅδε πλοῦτος ἀσάρκου· 408 Μὴ σύ γε τοῖς βροτέοισιν ἀτιμάζοις θεότητα, Κείνῃ δὲ χθονίην μορφὴν ἐρικυδέα τεύχειν, Ἣν, σοί γ' εὐμενέων, μορφώσατο ἄφθιτος Υἱός. Γʹ. Περὶ τοῦ ἁγίου Πνεύματος. Θυμὲ, τί δηθύνεις; καὶ Πνεύματος εὖχος ἄειδε, Μηδὲ τέμῃς μύθοισιν, ὃ μὴ φύσις ἐκτὸς ἔθηκε. Πνεῦμα μέγα τρομέωμεν, ὁμοίθεον, ᾧ Θεὸν ἔγνων, Ὃς Θεός ἐστιν ἔναντα, καὶ ὃς Θεὸν ἐνθάδε τεύχει· Πανσθενὲς, αἰολόδωρον, ἁγνῆς ὕμνημα χορείης, Οὐρανίων χθονίων τε φερέσβιον, ὑψιθόωκον, Πατρόθεν ἐρχόμενον, θεῖον μένος, αὐτοκέλευστον, Οὔτε Πάϊς (μοῦνος γὰρ ἑνὸς Πάϊς ἐσθλὸς ἀρίστου), 409 Οὔτ' ἐκτὸς θεότητος ἀειδέος, ἀλλ' ὁμόδοξον. Ὅστις δ' ἐν σελίδεσσι θεοπνεύστοιο νόμοιο Πνεύματος οὐρανίοιο λαβεῖν ποθέει θεότητα, Πολλὰς μὲν πυκινάς τε τρίβους εἰς ἓν συνιούσας Ὄψεται, ἢν ἐθέλῃσι, καὶ εἴ τι Πνεύματος ἁγνοῦ Εἴρυσεν ᾗ κραδίῃ, καὶ εἰ νόος ὀξὺ δέδορκεν. εἰ δὲ γυμνὴν ποθέει φωνὴν θεότητος ἐραννῆς, Ἴστω μὴ πινυτὸν ποθέων λόγον. Οὐ γὰρ ἐῴκει, Μή πω τῆς Χριστοῖο βροτῶν πλεόνεσσι φανείσης, Ἄχθος ἄγειν κραδίῃσιν ἀφαυροτάτῃσιν ἄπιστον. Οὐδὲ