1

 2

 3

 4

 5

 6

2

τὰ Χριστιανῶν στηλιτεύουσα; Παρθένων αἰδὼς καὶ σεμνότης, ὄψεις ἀνδρῶν μηδὲ σωφρόνων φέρουσα, σὲ δὲ τίς ἡμῶν ᾔσχυνε καὶ καθύβρισε μέ χρι τῶν ἀθεάτων, καὶ ἀσεβῶν ὄψεσι προὔθηκε θέαν ἐλεεινὴν, καὶ τοῦ Σοδομιτικοῦ πυρὸς ἀξίαν; Ἐῶ γὰρ θανάτους λέγειν τῆς αἰσχύνης ἀνεκτοτέ ρους.

∆ʹ. Τίνας ἐπαφήκαμεν θῆρας ἁγίων σώμασιν, ὥς τινες τὴν ἀνθρωπείαν φύσιν δημοσιεύσαντες, ἓν ἐγκαλέσαντες μόνον, τὸ μὴ τῇ ἀσεβείᾳ συνθέσθαι, 36.220 μηδὲ τῇ κοινωνίᾳ χρανθῆναι, ἢν ὡς ἱὸν ὄφεως φεύ γομεν, οὐ σῶμα βλάπτουσαν, τὰ δὲ βάθη μελαίνου σαν τῆς ψυχῆς; τίσι καὶ τὸ θάψαι νεκροὺς ἔγ κλημα γέγονεν, οὓς καὶ θῆρες ᾐδέσθησαν; καὶ τὸ ἔγ κλημα πόσον; Ἄλλου θεάτρου καὶ θηρῶν ἄλλων ἄξιον. Τίνων ἐπισκόπων γηραιαὶ σάρκες τοῖς ὄνυξι κατεξάνθησαν, παρόντων τῶν μυηθέντων καὶ βοηθεῖν οὐκ ἐχόντων, πλὴν τοῦ δακρύειν· μετὰ Χρι στοῦ κρεμασθεῖσαι, τῷ παθεῖν νικήσασαι, καὶ τῷ τι μίῳ αἵματι τὸν λαὸν ῥαντίσασαι, καὶ τέλος ἀπαχεῖ σαι τὸν ἐπὶ θάνατον, Χριστῷ καὶ συσταυρωθησό μεναι, καὶ συνταφησόμεναι, καὶ συνδοξασθησό μεναι, Χριστῷ τῷ τὸν κόσμον νικήσαντι διὰ τοιούτων σφαγίων τε καὶ θυμάτων; Τίνας πρεσβυτέρους ἐναν τίαι φύσεις, ὕδωρ καὶ πῦρ, ἐμερίσαντο, πυρσὸν ἄραν τας ξένον ἐπὶ θαλάσσης, καὶ τῇ νηὶ συμ φλεχθέντας ἐφ' ἧς ἀνήχθησαν; Τίνες (ἵνα τὰ πλείω συγκαλύψω τῶν ἡμετέρων κακῶν) καὶ ὑπ' αὐ τῶν τῶν ἀρχόντων ἀπανθρωπίαν ἐνεκλήθησαν, τῶν τὰ τοιαῦτα χαριζομένων; Καὶ γὰρ εἰ ταῖς ἐπιθυ μίαις ὑπηρέτουν, ἀλλ' οὖν ἐμίσουν τῆς προαιρέσεως τὸ ὠμόν. Τὸ μὲν γὰρ ἦν τοῦ καιροῦ, τὸ δὲ τοῦ λογι σμοῦ· καὶ τὸ μὲν τῆς τοῦ βασιλέως παρανομίας, τὸ δὲ τῆς τῶν νόμων, οἷς δικάζειν ἐχρῆν, συναισθή σεως.

Εʹ· Ἢ ἵνα τὰ παλαιότερα λέγωμεν καὶ ταῦτα γὰρ τῆς αὐτῆς φρατρίας), τίνας περιελὼν χεῖρας, ἢ τε θνηκότων, ἢ ζώντων ἁγίων, κατεψευσάμην, ἵνα τὴν πίστιν πολεμήσω διὰ τῆς ἐπηρείας; Τίνων ἐξορίας ὡς εὐεργεσίας ἠρίθμησα, καὶ οὐδὲ φιλοσόφων ἱερῶν ᾐδέσθην ἱερὰ συστήματα, ὅθεν τοὺς ἱκέτας ἐζή τουν. Τοὐναντίον μὲν οὖν, κἀκείνους ἐποίησα μάρτυ ρας, ὑπὲρ τοῦ καλοῦ κινδυνεύοντας. Τίσιν ἐπεισήγα γον πόρνας ἀσάρκοις μικροῦ καὶ ἀναίμοσι, τὴν περὶ τῶν λόγων ἀσέλγειαν ἐγκαλούμενος; Τίνας τῶν εὐσεβῶν τῆς πατρίδος ὑπερορίσας, ἀνδρῶν ἀνό 36.221 μων χερσὶ παρέδωκα, ἵν' ὡς θῆρες εἰρχθέντες ἐν ἀφεγγέσιν οἴκοις, καὶ ἀλλήλων διαζευχθέντες (τοῦτο γὰρ δὴ τὸ τῆς τραγῳδίας βαρύτατον), λιμῷ καὶ δίψει κακοπαθήσωσι, τροφὴν μετρούμενοι, καὶ ταύτην διὰ στενῶν τῶν πόρων, καὶ οὐδὲ τοὺς συναλγοῦντας ὁρᾷν ἐώμενοι; Καὶ ταῦτα, τίνες; Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτω τιμᾶτε πίστιν ὑμεῖς; οὕτω ξε νίζετε; Ἀγνοεῖτε τὰ πλείω τούτων· καὶ λίαν εἰκό τως, διὰ τὸ πλῆθος τῶν δραμάτων, καὶ τῆς ἐν τῷ ποιεῖν τρυφῆς· ἀλλὰ τὸ πάσχον μνημονικώτερον. Τί μοι τὰ πόῤῥω λέγειν; Ἀλλά τινες καὶ τοῦ καιροῦ γε γόνασι βιαιότεροι, καθάπερ οἱ κατὰ φραγμῶν ὠθούμενοι σύες. Ζητῶ μου τὸ χθὲς ὑμῶν σφάγιον, τὸν γέροντα, καὶ Ἀβραμιαῖον πατέρα, ὃν ἐκ τῆς ὑπερορίας ἀχθέντα, λίθοις ἐδεξιώσασθε, μεσούσης ἡμέρας, ἐν μέσῃ πόλει. Ἡμεῖς δὲ καὶ τοὺς φονεῖς, εἰ μὴ φορτικὸν εἰπεῖν, ἐζητησάμεθα κινδυνεύον τας. Ποῖα τούτων ἵλεως ἔσομαί σοι; φησί που τῆς Γραφῆς ὁ Θεός. Τί τούτων ἐπαινέσω; μᾶλλον δὲ, ἐκ ποίων ὑμᾶς ἀναδήσομαι;

ςʹ. Ἐπεὶ δὲ τοιαῦτα τὰ σὰ, καὶ οὕτως ἔχοντα, λέγε μοι καὶ τὰς ἐμὰς ἀδικίας, ἵν' ἢ παύσωμαι κακὸς ὢν, ἢ αἰσχύνωμαι. Ὡς ἔγωγε μάλιστα μὲν εὔχομαι μηδὲν ἁμαρτεῖν· εἰ δ' οὖν, καὶ ἀδικῶν ἐπανάγεσθαι· δευτέρα μερὶς αὕτη τῶν εὖ φρονούντων. Καὶ γὰρ εἰ μὴ κατήγορος ἐμαυτοῦ κατὰ τὸν δίκαιον ἐν πρωτολο γίᾳ γίνομαι, χαίρω γε ὑπ' ἄλλου θεραπευόμενος. Μικρά σοι, φησὶν, ἡ πόλις, καὶ οὐδὲ πόλις, ἀλλὰ χωρίον ξηρὸν, καὶ ἄχαρι, καὶ ὀλίγοις οἰκούμε νον. Τοῦτο πέπονθα μᾶλλον, ὦ βέλτιστε, ἢ πεποίη κα, εἴπερ ἔστι δεινόν· καὶ εἰ μὲν ἄκων, ἀνέχο μαι δυστυχῶν (λεγέσθω γὰρ οὕτως)· εἰ δὲ ἑκὼν, φιλοσοφῶ. Πότερον τούτων ἔγκλημα; Εἰ