1

 2

 3

 4

 5

2

φιλοτιμότερος ἐν τῷ πλούτῳ τῆς ἀσεβείας, ὥσπερ δεδοικότες, οὐ τὸ ἀσεβεῖν, ἀλλὰ τὸ μέτρια καὶ ἑτέρων φιλανθρωπότερα.

∆ʹ. Ἡμεῖς δ' οὐχ οὕτως. Ἀλλ' ὑπὲρ μὲν θεότητος συμφρονοῦμέν τε καὶ συμβαίνομεν, οὐχ ἧττον ἢ πρὸς ἑαυτὴν ἡ θεότης, εἰ μὴ μέγα τοῦτο εἰπεῖν, καὶ γεγό ναμεν χεῖλος ἓν καὶ φωνὴ μία, ἐναντίως ἢ οἱ τὸν πύργον οἰκοδομοῦντες τὸ πρότερον. Οἱ μὲν γὰρ ἐπὶ κακῷ συνεφρόνουν· ἡμῖν δὲ ἐπὶ παντὶ βελτίστῳ τὰ τῆς ὁμονοίας, ἵν' ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζω μεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, καὶ τοῦτο λέγηται περὶ ἡμῶν, ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν, ὁ τοὺς ἑνοῦντας αὐτὸν ἑνῶν, καὶ δο 35.1156 ξάζων τοὺς δοξάζοντας· καὶ μὴ λέγηται μόνον, ἀλλὰ καὶ πιστεύηται. Ἄλλα δέ ἐστιν ὑπὲρ ὧν διηνέχθη μεν· κακῶς μὲν καὶ περὶ τούτων, οὐ γὰρ ἀρνήσο μαι (ἐχρῆν γὰρ μηδεμίαν διδόναι τῷ πονηρῷ πάροδον ἢ λαβὴν, μηδὲ ταῖς πονηραῖς γλώσσαις ἐλευθε ρίαν), πλὴν οὐ τοσοῦτον, ὅσον δοκεῖ τοῖς τὰ ἡμέτερα διαβάλλουσιν. Ἐπειδὴ γὰρ ἔδει τι καὶ ἁμαρτά νειν, ὄντας ἀνθρώπους, τοῦτό ἐστιν ὃ ἐπταίσα μεν, λίαν φιλοποίμενες γεγόναμεν, καὶ οὐκ ἔχο μεν εὑρεῖν ἀγαθῶν δύο τὸ αἱρετώτερον, ἕως συνέβη μεν ἀμφότερα ἐπίσης θαυμάζειν. Τοῦτο ἡμῶν τὸ ἔγ κλημα· περὶ τούτων ἡμᾶς ὁ βουλόμενος εὐθυνέτω ἢ ἀφιέτω· τοῦτο τῶν αἱρετικῶν ἡ ἀσφάλεια· ὑπὲρ δὲ τοῦτο οὐδὲν, οὐδ' ἂν σφόδρα βούλησθε. Μυῖαι σα πριοῦσιν ἔλαιον, φησὶν ὁ εἰπὼν, ἐννεκρούμεναί τε καὶ ἐνσηπόμεναι· τὰ δὲ καλὰ ὁ φθόνος βου λήσεται μὲν, οὐ δυνήσεται δέ. Πάντων γὰρ ἰσχυ ρότατον, ὡς τῷ Ἔσδρᾳ κἀμοὶ δοκεῖ, ἡ ἀλή θεια.

Εʹ. Τὰ μὲν οὖν ἡμέτερα ἡμεῖς ἐν ἡμῖν αὐτοῖς καὶ διαλελύμεθα, καὶ διαλυσόμεθα. Οὐ γὰρ οἷον τε παῖδας πατράσι δικάσαι κακῶς, καὶ ἅμα τῆς κοινῆς Τριάδος μεσιτευούσης, ὑπὲρ ἧς πολεμούμεθα, καὶ δι' ἣν οὐ πολεμήσομεν. Ἐγὼ τῆς εἰρήνης ἐγγυητὴς, ὁ μικρὸς τοῦ τοσαύτου πράγματος, ἐπειδὴ ταπεινοῖς δίδωσι χάριν ὁ Κύριος, ταπεινοῖ δ' ὑψηλοὺς ἕως γῆς. Ὑμῖν δὲ τί τοῦτο τοῖς κοινοῖς ἡμῶν διαλ λακταῖς; διαλλακταὶ γάρ ἐστε, καὶ ἀκουσίως τοῦτο χαρίζεσθε. Οὐ γὰρ ὑμεῖς εὐσεβεῖς, εἰ κακοὶ περί τι μικρὸν ἢ μεῖζον ἡμεῖς· ἀλλ' ἡμεῖς μὲν οὐκ ἐπαινετοὶ τῆς κακίας, εἴπερ τι πταίομεν, ὑμεῖς δὲ οὐδὲν ἧττον ἀσεβεῖς, κἂν ἡμεῖς ἁμαρτάνωμεν, εἰ μὴ καὶ μᾶλλον, ὅσῳ καὶ πταιόντων ἐστὲ βαρύτεροι. Καὶ ἵν' εἰδῆτε τὰ πάντα συμφρονοῦντας ἡμᾶς, καὶ διὰ τούτων ὅτι καὶ ἀεὶ συμφρονήσομεν μάθητε, πέπεικε μὲν, ὡς οἶμαι, καὶ τὸ ὁρώμενον, πατὴρ εὐ γνώμων, καὶ παῖς εὐπειθὴς, ἀλλήλοις συγκαθ εζόμενοι καὶ συμπρέποντες· καὶ εἴ τι ζώπυρον ἐν ὑμῖν ὑπῆρχεν εὐνοίας τε καὶ συμπνοίας, τοῦτο ἀν άψαντες, πειθέτω δὲ καὶ ὁ λόγος. Τοῦ μὲν οὖν ἀκηκόατε, καὶ τὸ θαῦμα ἔνηχον ἔτι ταῖς ἐμαῖς ἀκοαῖς· καὶ οἶδ', ὅτι μεῖζον ἐν ὑμῖν τοῦ εἰς τὸν ἀέ 35.1157 ρα χεθέντος, τὸ ἐν ταῖς ψυχαῖς ἀποκείμενον· ἡμῶν δὲ ἀκούσεσθε πάλιν, εἰ πάλιν ποθεῖτε· καὶ εἰ μή τῳ πρὸς ἀπόδειξιν ἱκανὰ τὰ δημοσιευθέντα πολλάκις, καὶ οἱ πειρασμοὶ, καὶ οἱ λιθασμοὶ, οὕς τε ἤδη πε πόνθαμεν, καὶ οἷς ηὐτρεπίσμεθα, οὐ τὸ παθεῖν ζη μίαν, τὸ δὲ μὴ παθεῖν κρίνοντες· καὶ τοσούτῳ μᾶλ λον, ὅσῳ τῶν ὑπὲρ Χριστοῦ κινδύνων γεγεύσμε θα, ὧν καὶ καρπὸν ἄριστον ἠνεγκάμεθα, τὴν τοῦ λαοῦ τοῦδε συναύξησιν.

ςʹ. Τί οὖν βούλεσθε; Πέπεισθε τοῦτο, καὶ οὐδὲν δεῖ πραγμάτων ἡμῖν, οὐδὲ θεολογίας δευτέρας, καὶ φείδεσθε τῆς ἐμῆς ἀσθενείας, ὑφ' ἧς ὑμῖν καὶ ταῦτα μόλις φθέγγομαι; ἢ δεῖ, καθάπερ ταῖς βαρείαις τῶν ἀκοῶν, πολλάκις τὸν αὐτὸν ἐνηχεῖν λόγον, ἵνα τῷ ἐπιμόνῳ γοῦν τῆς φωνῆς, εἰς ὦτα λαλήσωμεν ἀκουόν των; δοκεῖτέ μοι τὸν λόγον προκαλεῖσθαι διὰ τῆς ἡσυχίας. Καὶ γὰρ τὴν σιωπὴν συγκατάθεσιν εἶναι, δι δάσκει καὶ ἡ παροιμία. Οὐκοῦν δέξασθε λόγον ἀμ φοτέρων, ἐκ μιᾶς ψυχῆς καὶ ἑνὸς στόματος. Ἄχθο μαι δὲ, ὅτι μὴ ἐπί τι ὄρος τῶν ὑψηλῶν ἀνελθὼν, μηδὲ φωνὴν λαβὼν τῆς ἐπιθυμίας ἀξίαν, πᾶσιν ὁμοῦ τοῖς φρονοῦσι κακῶς ταῦτα φθέγγομαι, ὥσπερ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ· Υἱοὶ ἀνθρώπων, ἕως πό τε