1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

2

οὐ γὰρ ἀχαριστεῖν θέμις. ὡς δ' ἧκον, εὐθὺς γίνομαι ἀλλότριος ἀλλοτρίωσιν τὴν καλήν. τῷ γὰρ θεῷ παρίσταμ' ὡς ἀμνός τις ἢ μόσχος φίλος, θῦμ' εὐγενές τε καὶ λόγῳ τιμώμενον- ὀκνῶ γὰρ εἰπεῖν, ὡς Σαμουήλ τις νέος, πλὴν εἰ βλέποιμι πρὸς πόθον δεδωκότων. Τραφεὶς δ' ἐν ἅπασι τοῖς καλοῖς ἐκ σπαργάνων (τύπους γὰρ εἶχον τοὺς ἀρίστους οἴκοθεν) ἤδη τιν' αἰδῶ τοῦ γέρως ἐλάμβανον, καί μοι κατὰ μικρόν, ὥσπερ ἐκ γνόφου νέφος, συνήγεθ' ἡ τοῦ κρείσσονος προθυμία. πρόσω δ' ἔβαινον συντρέχοντος καὶ λόγου, βίβλων τ' ἔχαιρον ταῖς θεοῦ συνηγόροις, ἀνδρῶν θ' ὡμίλουν τοῖς ἀρίστοις τὸν τρόπον. Τοιαῦτα μὲν δὴ ταῦτα· τἀπίλοιπα δέ οὐκ οἶδ', ὁποίαν τοῦ λόγου τέμω τρίβον. κρύψω τὰ θαύμαθ', οἷς με προύτρεψεν θεός, ἀρχὴν ἀρίστην τὴν προθυμίαν λαβών (οὕτω γὰρ ἕλκειν οἶδεν εἰς σωτηρίαν), ἢ θῶ προθύμως ἐκλαλήσας εἰς μέσον; τὸ μὲν γὰρ ἀχάριστον, τὸ δ' οὐκ ἔξω τύφου. σιγᾶν ἄμεινον-ἀρκέσει τό μ' εἰδέναι-, μὴ καὶ μάχεσθαι τῷ λόγῳ τὰ νῦν δοκῇ πλεῖστον δέοντα τῆς τότε προθυμίας. Ὃ δ' οὖν ἀνάγκη, γνωρίσω τοῖς πλείοσιν. ἄχνους παρειά, τῶν λόγων δ' ἔρως ἐμέ θερμός τις εἶχε. καὶ γὰρ ἐζήτουν λόγους δοῦναι βοηθοὺς τοὺς νόθους τοῖς γνησίοις, ὡς μήτ' ἐπαίροινθ' οἱ μαθόντες οὐδὲ ἕν πλὴν τῆς ματαίας καὶ κενῆς εὐγλωττίας, τῆς ἐν ψόφοις τε καὶ λάρυγξι κειμένης, μήτ' ἐνδεοίμην πλεκτάναις σοφισμάτων. ἐκεῖνο δ' οὔποτ' εἰς ἐμὴν ἦλθε φρένα, πρόσω τι θεῖναι τῶν ἐμῶν παιδευμάτων. ὅπερ δὲ πάσχει θερμότης ἀεὶ νέων, ὁρμαῖς ἀτάκτοις εὐκόλως ῥιπίζεται, ὡς πῶλος ᾄττων εἰς δρόμους θυμοῦ πλέως, πέπονθα τοῦτο. τῆς γὰρ ὥρας παντελῶς ἔξω, θαλάσσης οὐκέθ' ἡμερουμένης- Ταύρου τιν' οὐρὰν οὐκ ἀκίνδυνόν φασιν οἱ ταῦτα δεινοί, πλοῦν θράσους, ἀλλ' οὐ φρενός- τότ' οὖν Ἀλεξάνδρειαν ἐκλιπὼν ἐγώ (κἀνθένδε γάρ τι τῶν λόγων ἐδρεψάμην) ἄρας ἔτεμνον πόντον εὐθὺς Ἑλλάδος. Κύπρου τὰ πλευρά· καὶ στάσις τῶν πνευμάτων ἔβραζε τὴν ναῦν καὶ τὰ πάντ' ἦν νὺξ μία· γῆ, πόντος, αἰθήρ, οὐρανὸς ζοφούμενος· βρονταὶ δ' ἐπήχουν ἀστραπῶν τινάγμασιν, κάλοι δ' ἐρόχθουν ἱστίων πληρουμένων. ἔκλινεν ἱστός, οἰάκων δ' οὐδὲν σθένος· βίᾳ γὰρ ἡρπάζοντο χειρὸς αὐχένες. πλῆρες δ' ὑπερτοιχοῦντος ὕδατος σκάφος. βοὴ δὲ συμμιγής τε καὶ θρήνων πλέως ναυτῶν, κελευστῶν, δεσποτῶν, †ἐπηβόλων† Χριστὸν καλούντων ἐκ μιᾶς συμφωνίας, καὶ τῶν, ὅσοι τὸ πρόσθεν ἠγνόουν θεόν· ὁ γὰρ φόβος δίδαγμα καιριώτερον. ὃ δ' ἦν ἁπάντων σχετλιώτατον κακῶν, ἄνυδρος ἡ ναῦς· εὐθὺ γὰρ στροβουμένης νεὼς ῥαγεῖσα σπείρετ' ἐν βυθῷ σκάφη, ἣ τὸν γλυκὺν θησαυρὸν εἶχεν ὕδατος. λιμοῦ δ' ἀγὼν ἦν καὶ ζάλης καὶ πνευμάτων νεκροὺς γενέσθαι. τοῦδε μὲν λύσιν θεός εἶδεν ταχεῖαν. ἔμποροι γὰρ Φοινίκης ἄφνω φανέντες, καίπερ ὄντες ἐν φόβῳ, λιταῖς μαθόντες τὸ στενὸν τοῦ κινδύνου, κοντῶν ἐρεισμοῖς καὶ χερῶν ἀράγματα νεῶν φυγόντες (καὶ γὰρ ἦσαν εὐσθενεῖς) σῴζουσιν ἡμᾶς ποντίους ἤδη νεκρούς, ὡς ἐκ θαλάσσης ἐκλιπόντας ἰχθύας ἢ λαμπάδα θνῄσκουσαν οὐκ οὔσης τροφῆς. Ὁ δ' ἠγριοῦτο καὶ πλέον βρυχώμενος πόντος καθ' ἡμῶν ἡμέραις ἐν πλείοσιν οὔθ' οἷ πλέοιμεν εἰδότων πολλαῖς στροφαῖς οὔτε τιν' ὁρώντων ἐκ θεοῦ σωτηρίαν. πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων ὁ κρυπτὸς ἦν ἔμοιγε φρικωδέστερος. καθαρσίων γάρ, οἷς θεούμεθ', ὑδάτων ἠλλοτριούμην ὕδασι ξενοκτόνοις. τοῦτ' ἦν ὀδυρμός, τοῦτ' ἔμοιγε συμφορά, τούτῳ βοὰς ἔπεμπον, ἐκτείνων χέρας, ὑπερκτυπούσας κυμάτων πολὺν ῥόθον, ῥήξας χιτῶνα, κείμενος πρηνὴς τάλας. ὃ δ' ἐστὶν οὐ πιστὸν μέν, ἀψευδὲς δ' ἄγαν, πάντες παρέντες τὴν ἑαυτῶν συμφοράν ἐμοὶ συνῆγον ἐκβοὰς εὐκτηρίους, πλωτῆρες εὐσεβοῦντες ἐν κοινοῖς κακοῖς· οὕτω συνήλγουν τοῖς ἐμοῖς παθήμασιν. Σὺ καὶ τότ' ἦσθα, Χριστέ μου, σωτὴρ μέγας, καὶ νῦν ἐλευθερῶν με κυμάτων βίου. ἐπεὶ γὰρ οὐδὲν ἐλπίδος χρηστῆς ὑπῆν, οὐ νῆσος, οὐκ ἤπειρος, οὐκ ὀρῶν ἄκρα, οὐ πυρσός, οὐ πλωτῆρσιν ἀστέρες σκοποί, οὐ μικρόν, οὐ μεῖζόν τι τῶν ὁρωμένων, τί μηχανῶμαι; τίς πόρος τῶν δυσχερῶν; πάντων ἀπογνοὺς τῶν κάτω