1

 2

 3

 4

2

∆ʹ. Καὶ τοῦτο οὐκ ὀργανικὸν ἀπ' ἀρχῆς ἀναδείξας, οὐδὲ ἡλιακὸν, ὡς ὁ ἐμὸς λόγος, ἀλλ' ἀσώματον, καὶ ἀνήλιον· ἔπειτα δὲ καὶ ἡλίῳ δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. Ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋποστήσας, εἰδοποίησεν ὕστερον, ἑκάστῳ τάξιν, καὶ σχῆμα, καὶ μέγεθος περιθεὶς, ἵνα θαυμα τουργήσῃ τι μεῖζον, ἐνταῦθα τὸ εἶδος τῆς ὕλης προ 36.612 ϋπεστήσατο (εἶδος γὰρ ἡλίου τὸ φῶς)· μετὰ δὲ τοῦ το τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας δὴ μιουργήσας τοῦτον τὸν ἥλιον. Οὕτω τι πρῶτον ἐν ἡμέραις ἀριθμεῖται, καὶ δεύτερον, καὶ τρίτον, καὶ τὸ ἑξῆς, ἄχρι τῆς ἑβδόμης καὶ καταπαυσίμου τῶν ἔργων ἡμέρας, αἷς καταμερίζεται τὰ γινόμενα, λόγοις ἀῤῥήτοις τασσόμενα, καὶ οὐκ ἀθρόως ἀναδιδό μενα τῷ πάντα δυνατῷ Λόγῳ, καὶ ᾧ τὸ νοῆσαι μόνον, ἢ εἰπεῖν, ἔργον ἐστὶ παριστάμενον. Εἰ δὲ τε λευταῖος ὁ ἄνθρωπος ἀνεδείχθη, καὶ ταῦτα χειρὶ Θεοῦ καὶ εἰκόνι τετιμημένος, θαυμαστὸν οὐδέν. Ἔδει γὰρ, ὥσπερ βασιλεῖ, προϋποστῆναι τὰ βασίλεια, καὶ οὕτως εἰσαχθῆναι τὸν βασιλέα πᾶσιν ἤδη δορυφορού μενον. Εἰ μὲν οὖν ἐμείναμεν, ὅπερ ἦμεν, καὶ τὴν ἐντολὴν ἐφυλάξαμεν, ἐγενόμεθα ἂν ὅπερ οὐκ ἦμεν, τῷ ξύλῳ τῆς ζωῆς προσελθόντες, μετὰ τὸ ξύ λον τῆς γνώσεως. Καὶ τί γεγονότες; Ἀπαθανατι σθέντες, καὶ Θεῷ πλησιάσαντες. Ἐπεὶ δὲ τῷ φθό νῳ τοῦ πονηροῦ θάνατος εἰς τὸν κόσμον εἰσῆλ θε, καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦ το τῷ ἡμετέρῳ πάθει πάσχει Θεὸς, γενόμενος ἄν θρωπος, καὶ πτωχεύει τῷ σὰρξ παγῆναι, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχεία πλουτήσωμεν. Ἐντεῦθεν θάνατος, καὶ ταφὴ, καὶ ἀνάστασις. Ἐντεῦθεν ἡ καινὴ κτίσις, καὶ μεθέορτος ἑορτὴ, καὶ πάλιν ἐγὼ πανη γυριστὴς, ἐγκαινίζων τὴν ἐμαυτοῦ σωτηρίαν.

Εʹ. Τί οὖν, φησίν; Οὐχ ἡ πρώτη Κυριακὴ τὸ Ἐγκαίνιον ἦν, ἡ μετὰ τὴν ἱερὰν νύκτα καὶ δᾳδουχίαν; Ἀλλὰ τῇ σήμερον τοῦτο δίδως, ὦ φιλέορτε σὺ, καὶ πολλὰς ἐπινοῶν φαιδρότητας; Ἐκείνη τὸ σωτήριον ἦν, αὕτη δὲ τὸ τῆς σωτηρίας γενέ θλιον· κἀκείνη μέν ἐστι μεθόριον τῆς ταφῆς καὶ τῆς ἀναστάσεως, αὕτη δὲ καθαρῶς τῆς δευτέρας γε νέσεως· ἵν', ὥσπερ ἡ πρώτη κτίσις τὴν ἀρχὴν ἀπὸ Κυριακῆς λαμβάνει (δῆλον δέ· ἀπὸ γὰρ ταύτης ἑβδόμη τὸ Σάββατον γίνεται, κατάπαυσις οὖσα τῶν ἔργων), οὕτω καὶ ἡ δευτέρα πάλιν ἐκ τῆς αὐτῆς ἄρ χηται, πρώτη οὖσα τῶν μετ' αὐτὴν, καὶ ὀγδοὰς ἀπὸ τῶν πρὸ αὐτῆς, ὑψηλῆς ὑψηλοτέρα, καὶ θαυμασίας θαυμασιωτέρα. Πρὸς γὰρ τὴν ἄνω φέρει κατάστασιν ἣν καὶ ὁ θεῖος Σολομὼν αἰνίττεσθαί μοι δοκεῖ, διδόναι μερίδα τοῖς ἑπτὰ, τῷ βίῳ τούτῳ, νομοθετῶν· 36.613 καί γε τοῖς ὀκτὼ, τῷ μέλλοντι· ἐκ τῆς ἐντεῦθεν εὐ πραγίας καὶ τῆς ἐκεῖθεν ἀποκαταστάσεως. Ἀλλὰ καὶ ὁ μέγας ∆αβὶδ τῇ αὐτῇ προσᾴδειν ἔοικε τοὺς περὶ τῆς ὀγδόης ψαλμοὺς, ὥσπερ καὶ τῇ τῶν Ἐγκαι νίων ἡμέρᾳ ταύτῃ ψαλμὸν ἕτερον, οἴκου τινὰ ἐγκαινισμὸν ὀνομάζων· ὅστις ἐσμὲν ἡμεῖς, οἱ Θεοῦ ναὸς εἶναί τε καὶ ἀκούειν ἠξιωμένοι καὶ γίνε σθαι.

ςʹ. Ἔχετε τῶν Ἐγκαινίων τὸν λόγον. Ἀλλ' ἐγκαινίζεσθε, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποῤῥίψαντες, ἐν καινότητι ζωῆς πολιτεύεσθε, πᾶσι χαλινὸν ἐπιθέντες, ἐξ ὧν ὁ θάνατος, πάντα τὰ μέλη παιδαγωγήσαντες, πᾶσαν τὴν πονηρὰν τοῦ ξύλου βρῶσιν μισήσαντες, ἢ ἐμέσαντες, καὶ διὰ τοῦτο μόνον μεμνημένοι τῶν παλαιῶν, ἵνα φύγωμεν. Ὡραῖος ἦν εἰς ὅρασιν, καὶ καλὸς εἰς βρῶσιν, ὁ ἐμὲ θανατώσας καρπός· φεύγω μεν τὰς εὐχροίας, εἰς ἡμᾶς αὐτοὺς βλέπωμεν. Μή σε νικησάτω κάλλους ἐπιθυμία, μηδὲ συναρπασθῇς σοῖς βλεφάροις, εἰ δυνατὸν, μέχρι καὶ παροράματος, τὴν Εὖαν ἐνθυμηθεὶς, τὸ γλυκὺ δέλεαρ, τὸ τιμώμενον φάρμακον. Πῶς γὰρ σώσει ῥᾳδίως ἡ ἀλλοτρία, ὃν ἀπ ώλεσεν ἡ ἰδία; Μὴ γλυκανθήτω σοι φάρυγξ, οὗ κατασύρεται πᾶν τὸ διδόμενον· καὶ πρὶν ληφθῆναι, τιμώμενον, μετὰ τὸ λαβεῖν ἀτιμάζεται. Ἡ ὄσφρησις ἐθήλυνέ σε; Φεῦγε τὰς εὐωδίας. Τῇ ἁφῇ κατεμαλακί σθης; Ἀπόταξαι ταῖς λειότησι, καὶ ταῖς ἁπαλότησιν. Ἡ ἀκοὴ παρέπεισε; Θὲς θύραν τοῖς