2
λῃστὰς καὶ κλέπτας, μὴ διὰ τῆς αὐλῆς ὑπερβάντες, ἢ ἀναιδείᾳ συλήσω σιν, ἢ δι' ἀπάτης κλέψωσιν, ὥστε θῦσαι, καὶ ἀπο κτεῖναι, καὶ ἀπολέσαι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες, ὥς τις ἔφη τῶν προφητῶν. ∆έδοικα δὲ τὴν παράθυρον, μή τις ἄκλειστον εὑρὼν τῶν χθὲς ἡμετέρων καὶ πρώην, εἶτα ὡς ἴδιος εἰσελθὼν, ἐπιβουλεύσῃ ὡς ἀλλότριος. Πολλαὶ γὰρ καὶ ποικίλαι τοῦ τὰ τοιαῦτα ἐνεργοῦντος αἱ μεθοδεῖαι· καὶ οὐδεὶς οὕτως ἀρχιτέκτων οὐδενὸς τῶν ποικίλων, ὡς σοφι στὴς κακίας ὁ ἀντικείμενος. ∆έδοικα δὲ ἤδη καὶ κύ νας, ποιμένας εἶναι βιαζομένους, καὶ τὸ παράδοξον, οὐδὲν εἰς ποιμαντικὴν εἰσενεγκόντας, ἢ τὸ κεῖραι κόμας, ἃς κακῶς ἤσκησαν· οἳ μήτε κύνες ἔμειναν, μήτε ποιμένες γεγόνασι, πλὴν τοῦ σπαράξαι, καὶ διασπεῖραι, καὶ διαλῦσαι κόπον ἀλλότριον. Ἐπειδὴ ῥᾷον ἀεὶ τὸ διαφθείρειν τοῦ συντηρεῖν· καὶ γεννᾶται μὲν ἄνθρωπος κόπῳ, φησὶν ὁ Ἰὼβ, καὶ ναυπηγεῖται ναῦς, καὶ οἰκία συνίσταται· ἀποκτεῖναι δὲ, ἢ καταλῦσαι, ἢ ἐμπρῆσαι, τοῦ βουλομένου παντός. Ὥστε μηδὲ νῦν μέγα φρονείτω σαν οἱ τῇ ποίμνῃ τοὺς κύνας ἐπαναστήσαντες, οἳ πρόβατον μὲν ἓν οὐκ ἂν ἔχοιεν εἰπεῖν, ὡς προσήγα γον, ἢ διέσωσαν· οὐ γὰρ ἔμαθον καλὸν ποιεῖν, πονη ρίαν ἀσκήσαντες. Εἰ δὲ τὴν ποίμνην ταράσσουσι, τοῦτο καὶ ζάλη μικρὰ, τοῦτο καὶ νόσος ὀλίγη, τοῦτο καὶ θηρίον ἓν ἀθρόως ἐπιπεσόν. Στήτωσαν οὖν οἱ τῇ ἑαυτῶν αἰσχύνῃ μεγαλαυχούμενοι· καὶ παυσάμενοι τῆς κακίας, ἂν ἄρα δύνωνται, προσκυνησάτωσαν, καὶ προσπεσέτωσαν, καὶ κλαυσάτωσαν ἐναντίον Κυρίου τοῦ ποιήσαντος αὐτοὺς, καὶ τῇ ποίμνῃ μιχθήτω σαν, ὅσοι μὴ παντελῶς ἀνίατοι.
∆ʹ. Ταῦτα ὁ δειλὸς ἐγὼ ποιμὴν καὶ περιεσκεμμέ νος, καὶ διὰ τοῦτο τὴν ἀσφάλειαν ὡς ῥᾳθυμίαν ἐγκα λούμενος. Οὐ γάρ εἰμι ποιμὴν ἐκείνων τις τῶν τὸ γάλα κατεσθιόντων, καὶ τὰ ἔρια περιβαλλομένων, καὶ τὸ παχὺ σφαζόντων, καὶ μόχθῳ κατεργαζομέ νων, ἢ ἀπεμπωλούντων καὶ λεγόντων· Εὐλο γητὸς Κύριος, καὶ πεπλουτήκαμεν· ποιμαινόντων ἑαυτοὺς, οὐ τὰ πρόβατα, εἴ τι τῶν προφητικῶν φω νῶν μέμνησθε, δι' ὧν ἐκεῖνοι τοὺς κακοὺς ποι μένας ἐλαύνουσιν· ἀλλ' ἐκείνων μᾶλλον τῶν δυναμέ νων εἰπεῖν μετὰ Παύλου· Τίς ἀσθενεῖ, καὶ οὐκ 35.1233 ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐμὴ πύρω σις, ἢ φροντίς; Οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς. Καί· Ἐγενόμην συγκαιόμενος τῷ καύ σωνι τῆς ἡμέρας, καὶ τῷ παγετῷ τῆς νυκτὸς πιεζόμενος· πατριάρχου φωνὴ ποιμένος, οὗ τὰ ἐπί σημα πρόβατα, καὶ ταῖς ἐκεῖθεν ληνοῖς ἐγκισσᾷν μελετήσαντα. Οὕτω μὲν οὖν, καὶ διὰ ταῦτα ἐπέστην ὑμῖν, καὶ οὕτως ἔχουσιν. Ἐπεὶ δὲ ἐπέστην, δῶμεν λόγον ἀλλήλοις, ὧν μεταξὺ κατωρθώσαμεν. Ἐπειδὴ καλὸν μὴ ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου καὶ λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς. Ὑμεῖς μὲν ἀπαγγείλατέ μοι τὴν ἐργασίαν τὴν ὑμετέ ραν· ἐγὼ δὲ εἰς μέσον θήσω, ἃ καθ' ἡσυχίαν ἐμαυ τῷ συγγενόμενος ἐφιλοσόφησα.
Εʹ. Τίνα μὲν θεωρίαν τῶν ὑψηλῶν, ἢ παρ' ἐμοῦ λαβόν τες ἐφυλάξατε, ἢ παρ' ὑμῶν αὐτῶν εἰσηνέγκατε, ἢ περὶ θεολογίας, ἢ περὶ τῶν ἄλλων δογμάτων, ἃ πολλὰ καὶ πολλάκις ὑμῖν παρεθέμην; Ζητῶ γὰρ οὐ τὸ δάνειον μό νον, ἀλλὰ καὶ τὸν τόκον· οὐ τὸ τάλαντον μόνον, ἀλλὰ καὶ τὴν ἐργασίαν· μή τις κατακρύψας καὶ καταχώσας τὸ πιστευθὲν, ἔτι καὶ καταψεύδηται τοῦ πιστεύσαν τος, ὡς σκληροῦ τε καὶ τῶν ἀλλοτρίων ἐπιθυμοῦντος. Τίνα δὲ πρᾶξιν τῶν ἐπαινουμένων, ἢ μηδὲ τῆς ἀρι στερᾶς γινωσκούσης, ἐκαρποφορήσατε, ἢ ὥστε λάμ πειν τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἵν' ἐκ τοῦ καρποῦ τὸ δένδρον δειχθῇ, καὶ διὰ τῶν μαθητῶν ὁ διδάσκαλος γνωρισθῇ, καὶ εἴπῃ τις τῶν ἐπ οπτευόντων τὰ ἡμέτερα (πολλοὶ δέ εἰσιν, οἱ μὲν δι' εὐ δοκίαν, οἱ δὲ καὶ περιέργως), ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν, οὐ κηρυσσόμενος ὑγιῶς μόνον, ἀλλὰ καὶ λατρευόμενος; Ὡς γὰρ οὐκ ἔστι χωρὶς πίστεως πρᾶξις ἔγκριτος (ἐπειδὴ καὶ δόξης ἕνεκεν οἱ πολλοὶ τὸ καλὸν ἐπιτηδεύουσι, καὶ φύσεως οὕτως