2
χωρίῳ, κατασκευασθῆναι αὐτῇ οἰκίαν ἐλευθέρᾳ πρέπουσαν, εὐσχήμονι διαγωγῇ παρθένου· ἥνπερ οἰκίαν ἕξει δηλαδὴ ἀνενοχλήτως εἰς χρῆσιν 157 καὶ καρπείαν μέχρι βίου ζωῆς, μετὰ δὲ ταῦτα ἀποκαταστήσει τῇ ἐκκλησίᾳ. Προστεθῆναι δὲ αὐτῇ βούλομαι καὶ δύο κόρας, ἃς αὐτὴ ἐπιλέξηται, οὕτω μέντοι, ὥστε αὐτῇ παραμεῖναι τὰς κόρας μέχρι τοῦ τῆς ζωῆς αὐτῆς χρόνου. Καὶ εἰ μὲν αὐταῖς εὐχαριστήσειεν, ἐξεῖναι αὐτῇ ἐλευθερίᾳ αὐτὰς τιμῆσαι· εἰ δὲ μὴ, καὶ αὐτὰς διενεγκεῖν τῇ αὐτῇ ἐκκλησίᾳ. Θεόφιλον τὸν παῖδα, τὸν παραμένοντά μοι, ἤδη ἠλευθέρωσα. Βούλομαι οὖν αὐτῷ καὶ νῦν δοθῆναι λεγάτου χάριν νομίσματα εʹ. Εὐπράξιον δὲ τὸν ἀδελφὸν αὐτοῦ βούλομαι ἐλεύθερον εἶναι, καὶ δοθῆναι αὐτῷ λεγάτου λόγῳ χρυσᾶ νομίσματα εʹ. Ἔτι βούλομαι Θεοδόσιον τὸν Νοτάριόν μου ἐλεύθερον εἶναι, δοθῆναι δὲ αὐτῷ καὶ λεγάτου λόγῳ χρυσοῦ νομίσματα εʹ. Τὴν γλυκυτάτην μου θυγατέρα Ἀλυπιανὴν (τῶν γὰρ ἄλλων Εὐγενείας τε καὶ Νόννης ὀλίγος ὁ λόγος, ὧν καὶ ὁ βίος ἐπιλήψιμός ἐστι·) βούλομαι συγγνώμην ἔχειν μοι, εἰ μηδὲν αὐτῇ καταλιπεῖν κύριος ἐγενόμην, πάντα προεπαγγειλάμενος τοῖς πτωχοῖς, μᾶλλον δὲ τοῖς μακαριωτάτοις γονεῦσιν ὑποσχομένοις ἀκολουθήσας, ὧν ἀθετῆσαι τὴν γνώμην, οὔθ' ὅσιον, οὔτ' ἀσφαλὲς ἡγοῦμαι. Ὅσα μέντοι ἐκ τῶν τοῦ μακαρίου μου ἀδελφοῦ Καισαρίου πραγμάτων, ἐν ἐσθῆτι σηρικῇ ἢ λινῇ ἢ ἐρεᾷ ἢ βουριχαλίοις περιλέλειπται, ταῦτα διαφέρειν τοῖς τέκνοις αὐτῆς βούλομαι, καὶ ἐν μηδενὶ μήτ' ἐκείνην, μήτε τὰς ἀδελφὰς αὐτῆς ἐνοχλεῖν, μήτε τῷ κληρονόμῳ μου, μήτε τῇ ἐκκλησίᾳ. Μελέτιος ὁ γαμβρός μου τὸ κτῆμα τὸ ἐν Ἀπηνζινσῷ τὸ ἐκ τῶν Εὐφημίου, ἴστω κακῶς κατέχων· καὶ ὑπὲρ τούτου καὶ πρότερον ἐπέστειλα πολλάκις τῷ Εὐφημίῳ, ἀνανδρίαν αὐτοῦ καταγινώσκων, εἰ μὴ τὸ ἑαυτοῦ ἀναῤῥύσαιτο.
Καὶ νῦν μαρτύρομαι πάντας καὶ ἄρχοντας καὶ ἀρχομένους, ὅτι ἀδικεῖται ὁ Εὐφήμιος· χρὴ γὰρ τῷ Εὐφημίῳ ἀποκαταστῆναι τὸ κτῆμα. Τὴν ὠνὴν 158 τοῦ χωρίου Κανοτάλων τῷ αἰδεσιμωτάτῳ υἱῷ, τῷ ἐπισκόπῳ Ἀμφιλοχίῳ, ἀποκαταστῆναι βούλομαι. Ἔστι γὰρ ἐν τοῖς χαρτίοις ἡμῶν, καὶ πάντες ἴσασιν ὅτι καὶ τὸ συνάλλαγμα ἐλύθη, καὶ τὴν τιμὴν ἀπέλαβον, καὶ τὴν νομὴν καὶ τὴν δεσποτείαν τοῦ κτήματος πάλαι παρέδωκα. Εὐαγρίῳ τῷ διακόνῳ, πολλά μοι συγκαμόντι καὶ συνεκφροντίσαντι, διὰ πλειόνων τε τὴν εὔνοιαν παραστήσαντι, χάριν ὁμολογῶ καὶ ἐπὶ Θεοῦ καὶ ἐπ' ἀνθρώπων, καὶ τοῖς μείζοσι μὲν αὐτὸν ὁ Θεὸς ἀμείψεται· ἵνα δὲ μηδὲ τὰ μικρὰ τῆς φιλίας σύμβολα παρ' ἡμῶν ἐλλείπῃ, βούλομαι αὐτῷ δοθῆναι κάμασον ἓν, στιχάριον ἓν, πάλλια δύο, χρυσᾶ νομίσματα λʹ. Ὁμοίως καὶ τῷ γλυκυτάτῳ συνδιακόνῳ ἡμῶν Θεοδούλῳ, τῷ ἡμῶν ἀδελφῷ, δοθῆναι βούλομαι κάμασον ἓν, στιχάρια β', τῶν ἐν τῇ πατρίδι, χρυσᾶ νομίσματα κʹ, ἐκ τοῦ ἐν τῇ πατρίδι λόγου. Ἐλαφίῳ τῷ νοταρίῳ, εὐτρόπῳ ὄντι καὶ καλῶς ἡμᾶς ἀναπαύσαντι ὃν ὑπηρετήσατο χρόνον, βούλομαι δοθῆναι κάμασον ἓν, στιχάρια β, πάλλια τρία, σιγγιλιῶνα, ἐν τῇ πατρίδι χρυσᾶ νομίσματα κʹ. Ταύτην μου τὴν διαθήκην κυρίαν καὶ βεβαίαν εἶναι βούλομαι, ἐπὶ παντὸς δικαστηρίου καὶ πάσης ἐξουσίας. Εἰ δὲ ὡς διαθήκη μὴ ἰσχύσειεν, εἰς βούλησιν εἴτ' οὖν κωδίκελλον, αὐτὴν ἰσχύειν βούλομαι· Ὁ δὲ ἐπιχειρῶν αὐτὴν ἀνατρέπειν, δώσει λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ἕξει τὸν λόγον. Πρὸς τοὔνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Γρηγόριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Κωνσταντινουπόλει, ἀναγνοὺς τὴν διαθήκην καὶ ἀρεσθεὶς πᾶσι τοῖς προγεγραμμένοις, ὑπέγραψα χειρὶ ἐμῇ, καὶ ἰσχύειν αὐτὴν κελεύω καὶ βούλομαι. Ἀμφιλόχιος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Ἰκονίῳ, παρὼν τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ' αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ. 159 Ὄπτιμος ἐπίσκοπος τῆς κατὰ Ἀντιόχειαν καθολικῆς ἐκκλησίας, παρὼν διατιθεμένῳ τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Γρηγορίῳ, κατὰ τὰ προγεγραμμένα, καὶ παρακληθεὶς παρ' αὐτοῦ, ὑπέγραψα χειρὶ